Index: Greek NT (Scrivener-1894) UTF8

 

2 Corinthians 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13]

3:1 αρχομεθα παλιν εαυτους συνιστανειν η μη χρηζομεν ως τινες συστατικων επιστολων προς υμας η εξ υμων συστατικων

3:2 η επιστολη ημων υμεις εστε εγγεγραμμενη εν ταις καρδιαις ημων γινωσκομενη και αναγινωσκομενη υπο παντων ανθρωπων

3:3 φανερουμενοι οτι εστε επιστολη χριστου διακονηθεισα υφ ημων εγγεγραμμενη ου μελανι αλλα πνευματι θεου ζωντος ουκ εν πλαξιν λιθιναις αλλ εν πλαξιν καρδιας σαρκιναις

3:4 πεποιθησιν δε τοιαυτην εχομεν δια του χριστου προς τον θεον

3:5 ουχ οτι ικανοι εσμεν αφ εαυτων λογισασθαι τι ως εξ εαυτων αλλ η ικανοτης ημων εκ του θεου

3:6 ος και ικανωσεν ημας διακονους καινης διαθηκης ου γραμματος αλλα πνευματος το γαρ γραμμα αποκτεινει το δε πνευμα ζωοποιει

3:7 ει δε η διακονια του θανατου εν γραμμασιν εντετυπωμενη εν λιθοις εγενηθη εν δοξη ωστε μη δυνασθαι ατενισαι τους υιους ισραηλ εις το προσωπον μωσεως δια την δοξαν του προσωπου αυτου την καταργουμενην

3:8 πως ουχι μαλλον η διακονια του πνευματος εσται εν δοξη

3:9 ει γαρ η διακονια της κατακρισεως δοξα πολλω μαλλον περισσευει η διακονια της δικαιοσυνης εν δοξη

3:10 και γαρ ουδε δεδοξασται το δεδοξασμενον εν τουτω τω μερει ενεκεν της υπερβαλλουσης δοξης

3:11 ει γαρ το καταργουμενον δια δοξης πολλω μαλλον το μενον εν δοξη

3:12 εχοντες ουν τοιαυτην ελπιδα πολλη παρρησια χρωμεθα

3:13 και ου καθαπερ μωσης ετιθει καλυμμα επι το προσωπον εαυτου προς το μη ατενισαι τους υιους ισραηλ εις το τελος του καταργουμενου

3:14 αλλ επωρωθη τα νοηματα αυτων αχρι γαρ της σημερον το αυτο καλυμμα επι τη αναγνωσει της παλαιας διαθηκης μενει μη ανακαλυπτομενον ο τι εν χριστω καταργειται

3:15 αλλ εως σημερον ηνικα αναγινωσκεται μωσης καλυμμα επι την καρδιαν αυτων κειται

3:16 ηνικα δ αν επιστρεψη προς κυριον περιαιρειται το καλυμμα

3:17 ο δε κυριος το πνευμα εστιν ου δε το πνευμα κυριου εκει ελευθερια

3:18 ημεις δε παντες ανακεκαλυμμενω προσωπω την δοξαν κυριου κατοπτριζομενοι την αυτην εικονα μεταμορφουμεθα απο δοξης εις δοξαν καθαπερ απο κυριου πνευματος

 

Created with FREE HTMLCompiler by BibleDatabase