Index: Greek NT (Scrivener-1894) UTF8

 

2 Corinthians 6

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13]

6:1 συνεργουντες δε και παρακαλουμεν μη εις κενον την χαριν του θεου δεξασθαι υμας

6:2 λεγει γαρ καιρω δεκτω επηκουσα σου και εν ημερα σωτηριας εβοηθησα σοι ιδου νυν καιρος ευπροσδεκτος ιδου νυν ημερα σωτηριας

6:3 μηδεμιαν εν μηδενι διδοντες προσκοπην ινα μη μωμηθη η διακονια

6:4 αλλ εν παντι συνιστωντες εαυτους ως θεου διακονοι εν υπομονη πολλη εν θλιψεσιν εν αναγκαις εν στενοχωριαις

6:5 εν πληγαις εν φυλακαις εν ακαταστασιαις εν κοποις εν αγρυπνιαις εν νηστειαις

6:6 εν αγνοτητι εν γνωσει εν μακροθυμια εν χρηστοτητι εν πνευματι αγιω εν αγαπη ανυποκριτω

6:7 εν λογω αληθειας εν δυναμει θεου δια των οπλων της δικαιοσυνης των δεξιων και αριστερων

6:8 δια δοξης και ατιμιας δια δυσφημιας και ευφημιας ως πλανοι και αληθεις

6:9 ως αγνοουμενοι και επιγινωσκομενοι ως αποθνησκοντες και ιδου ζωμεν ως παιδευομενοι και μη θανατουμενοι

6:10 ως λυπουμενοι αει δε χαιροντες ως πτωχοι πολλους δε πλουτιζοντες ως μηδεν εχοντες και παντα κατεχοντες

6:11 το στομα ημων ανεωγεν προς υμας κορινθιοι η καρδια ημων πεπλατυνται

6:12 ου στενοχωρεισθε εν ημιν στενοχωρεισθε δε εν τοις σπλαγχνοις υμων

6:13 την δε αυτην αντιμισθιαν ως τεκνοις λεγω πλατυνθητε και υμεις

6:14 μη γινεσθε ετεροζυγουντες απιστοις τις γαρ μετοχη δικαιοσυνη και ανομια τις δε κοινωνια φωτι προς σκοτος

6:15 τις δε συμφωνησις χριστω προς βελιαλ η τις μερις πιστω μετα απιστου

6:16 τις δε συγκαταθεσις ναω θεου μετα ειδωλων υμεις γαρ ναος θεου εστε ζωντος καθως ειπεν ο θεος οτι ενοικησω εν αυτοις και εμπεριπατησω και εσομαι αυτων θεος και αυτοι εσονται μοι λαος

6:17 διο εξελθετε εκ μεσου αυτων και αφορισθητε λεγει κυριος και ακαθαρτου μη απτεσθε καγω εισδεξομαι υμας

6:18 και εσομαι υμιν εις πατερα και υμεις εσεσθε μοι εις υιους και θυγατερας λεγει κυριος παντοκρατωρ

 

Created with FREE HTMLCompiler by BibleDatabase