Index: Greek NT (Scrivener-1894) UTF8

 

Philippians 4

[1] [2] [3] [4]

4:1 ωστε αδελφοι μου αγαπητοι και επιποθητοι χαρα και στεφανος μου ουτως στηκετε εν κυριω αγαπητοι

4:2 ευοδιαν παρακαλω και συντυχην παρακαλω το αυτο φρονειν εν κυριω

4:3 και ερωτω και σε συζυγε γνησιε συλλαμβανου αυταις αιτινες εν τω ευαγγελιω συνηθλησαν μοι μετα και κλημεντος και των λοιπων συνεργων μου ων τα ονοματα εν βιβλω ζωης

4:4 χαιρετε εν κυριω παντοτε παλιν ερω χαιρετε

4:5 το επιεικες υμων γνωσθητω πασιν ανθρωποις ο κυριος εγγυς

4:6 μηδεν μεριμνατε αλλ εν παντι τη προσευχη και τη δεησει μετα ευχαριστιας τα αιτηματα υμων γνωριζεσθω προς τον θεον

4:7 και η ειρηνη του θεου η υπερεχουσα παντα νουν φρουρησει τας καρδιας υμων και τα νοηματα υμων εν χριστω ιησου

4:8 το λοιπον αδελφοι οσα εστιν αληθη οσα σεμνα οσα δικαια οσα αγνα οσα προσφιλη οσα ευφημα ει τις αρετη και ει τις επαινος ταυτα λογιζεσθε

4:9 α και εμαθετε και παρελαβετε και ηκουσατε και ειδετε εν εμοι ταυτα πρασσετε και ο θεος της ειρηνης εσται μεθ υμων

4:10 εχαρην δε εν κυριω μεγαλως οτι ηδη ποτε ανεθαλετε το υπερ εμου φρονειν εφ ω και εφρονειτε ηκαιρεισθε δε

4:11 ουχ οτι καθ υστερησιν λεγω εγω γαρ εμαθον εν οις ειμι αυταρκης ειναι

4:12 οιδα και ταπεινουσθαι οιδα και περισσευειν εν παντι και εν πασιν μεμυημαι και χορταζεσθαι και πειναν και περισσευειν και υστερεισθαι

4:13 παντα ισχυω εν τω ενδυναμουντι με χριστω

4:14 πλην καλως εποιησατε συγκοινωνησαντες μου τη θλιψει

4:15 οιδατε δε και υμεις φιλιππησιοι οτι εν αρχη του ευαγγελιου οτε εξηλθον απο μακεδονιας ουδεμια μοι εκκλησια εκοινωνησεν εις λογον δοσεως και ληψεως ει μη υμεις μονοι

4:16 οτι και εν θεσσαλονικη και απαξ και δις εις την χρειαν μοι επεμψατε

4:17 ουχ οτι επιζητω το δομα αλλ επιζητω τον καρπον τον πλεοναζοντα εις λογον υμων

4:18 απεχω δε παντα και περισσευω πεπληρωμαι δεξαμενος παρα επαφροδιτου τα παρ υμων οσμην ευωδιας θυσιαν δεκτην ευαρεστον τω θεω

4:19 ο δε θεος μου πληρωσει πασαν χρειαν υμων κατα τον πλουτον αυτου εν δοξη εν χριστω ιησου

4:20 τω δε θεω και πατρι ημων η δοξα εις τους αιωνας των αιωνων αμην

4:21 ασπασασθε παντα αγιον εν χριστω ιησου ασπαζονται υμας οι συν εμοι αδελφοι

4:22 ασπαζονται υμας παντες οι αγιοι μαλιστα δε οι εκ της καισαρος οικιας

4:23 η χαρις του κυριου ημων ιησου χριστου μετα παντων υμων αμην

 

Created with FREE HTMLCompiler by BibleDatabase