Index: Greek NT (Scrivener-1894) UTF8

 

1 Thessalonians 4

[1] [2] [3] [4] [5]

4:1 το λοιπον ουν αδελφοι ερωτωμεν υμας και παρακαλουμεν εν κυριω ιησου καθως παρελαβετε παρ ημων το πως δει υμας περιπατειν και αρεσκειν θεω ινα περισσευητε μαλλον

4:2 οιδατε γαρ τινας παραγγελιας εδωκαμεν υμιν δια του κυριου ιησου

4:3 τουτο γαρ εστιν θελημα του θεου ο αγιασμος υμων απεχεσθαι υμας απο της πορνειας

4:4 ειδεναι εκαστον υμων το εαυτου σκευος κτασθαι εν αγιασμω και τιμη

4:5 μη εν παθει επιθυμιας καθαπερ και τα εθνη τα μη ειδοτα τον θεον

4:6 το μη υπερβαινειν και πλεονεκτειν εν τω πραγματι τον αδελφον αυτου διοτι εκδικος ο κυριος περι παντων τουτων καθως και προειπαμεν υμιν και διεμαρτυραμεθα

4:7 ου γαρ εκαλεσεν ημας ο θεος επι ακαθαρσια αλλ εν αγιασμω

4:8 τοιγαρουν ο αθετων ουκ ανθρωπον αθετει αλλα τον θεον τον και δοντα το πνευμα αυτου το αγιον εις ημας

4:9 περι δε της φιλαδελφιας ου χρειαν εχετε γραφειν υμιν αυτοι γαρ υμεις θεοδιδακτοι εστε εις το αγαπαν αλληλους

4:10 και γαρ ποιειτε αυτο εις παντας τους αδελφους τους εν ολη τη μακεδονια παρακαλουμεν δε υμας αδελφοι περισσευειν μαλλον

4:11 και φιλοτιμεισθαι ησυχαζειν και πρασσειν τα ιδια και εργαζεσθαι ταις ιδιαις χερσιν υμων καθως υμιν παρηγγειλαμεν

4:12 ινα περιπατητε ευσχημονως προς τους εξω και μηδενος χρειαν εχητε

4:13 ου θελω δε υμας αγνοειν αδελφοι περι των κεκοιμημενων ινα μη λυπησθε καθως και οι λοιποι οι μη εχοντες ελπιδα

4:14 ει γαρ πιστευομεν οτι ιησους απεθανεν και ανεστη ουτως και ο θεος τους κοιμηθεντας δια του ιησου αξει συν αυτω

4:15 τουτο γαρ υμιν λεγομεν εν λογω κυριου οτι ημεις οι ζωντες οι περιλειπομενοι εις την παρουσιαν του κυριου ου μη φθασωμεν τους κοιμηθεντας

4:16 οτι αυτος ο κυριος εν κελευσματι εν φωνη αρχαγγελου και εν σαλπιγγι θεου καταβησεται απ ουρανου και οι νεκροι εν χριστω αναστησονται πρωτον

4:17 επειτα ημεις οι ζωντες οι περιλειπομενοι αμα συν αυτοις αρπαγησομεθα εν νεφελαις εις απαντησιν του κυριου εις αερα και ουτως παντοτε συν κυριω εσομεθα

4:18 ωστε παρακαλειτε αλληλους εν τοις λογοις τουτοις

 

Created with FREE HTMLCompiler by BibleDatabase