Index: Greek NT (Scrivener-1894) UTF8

 

1 Timothy 2

[1] [2] [3] [4] [5] [6]

2:1 παρακαλω ουν πρωτον παντων ποιεισθαι δεησεις προσευχας εντευξεις ευχαριστιας υπερ παντων ανθρωπων

2:2 υπερ βασιλεων και παντων των εν υπεροχη οντων ινα ηρεμον και ησυχιον βιον διαγωμεν εν παση ευσεβεια και σεμνοτητι

2:3 τουτο γαρ καλον και αποδεκτον ενωπιον του σωτηρος ημων θεου

2:4 ος παντας ανθρωπους θελει σωθηναι και εις επιγνωσιν αληθειας ελθειν

2:5 εις γαρ θεος εις και μεσιτης θεου και ανθρωπων ανθρωπος χριστος ιησους

2:6 ο δους εαυτον αντιλυτρον υπερ παντων το μαρτυριον καιροις ιδιοις

2:7 εις ο ετεθην εγω κηρυξ και αποστολος αληθειαν λεγω εν χριστω ου ψευδομαι διδασκαλος εθνων εν πιστει και αληθεια

2:8 βουλομαι ουν προσευχεσθαι τους ανδρας εν παντι τοπω επαιροντας οσιους χειρας χωρις οργης και διαλογισμου

2:9 ωσαυτως και τας γυναικας εν καταστολη κοσμιω μετα αιδους και σωφροσυνης κοσμειν εαυτας μη εν πλεγμασιν η χρυσω η μαργαριταις η ιματισμω πολυτελει

2:10 αλλ ο πρεπει γυναιξιν επαγγελλομεναις θεοσεβειαν δι εργων αγαθων

2:11 γυνη εν ησυχια μανθανετω εν παση υποταγη

2:12 γυναικι δε διδασκειν ουκ επιτρεπω ουδε αυθεντειν ανδρος αλλ ειναι εν ησυχια

2:13 αδαμ γαρ πρωτος επλασθη ειτα ευα

2:14 και αδαμ ουκ ηπατηθη η δε γυνη απατηθεισα εν παραβασει γεγονεν

2:15 σωθησεται δε δια της τεκνογονιας εαν μεινωσιν εν πιστει και αγαπη και αγιασμω μετα σωφροσυνης

 

Created with FREE HTMLCompiler by BibleDatabase