Index: Greek NT (Scrivener-1894) UTF8

 

1 Timothy 4

[1] [2] [3] [4] [5] [6]

4:1 το δε πνευμα ρητως λεγει οτι εν υστεροις καιροις αποστησονται τινες της πιστεως προσεχοντες πνευμασιν πλανοις και διδασκαλιαις δαιμονιων

4:2 εν υποκρισει ψευδολογων κεκαυτηριασμενων την ιδιαν συνειδησιν

4:3 κωλυοντων γαμειν απεχεσθαι βρωματων α ο θεος εκτισεν εις μεταληψιν μετα ευχαριστιας τοις πιστοις και επεγνωκοσιν την αληθειαν

4:4 οτι παν κτισμα θεου καλον και ουδεν αποβλητον μετα ευχαριστιας λαμβανομενον

4:5 αγιαζεται γαρ δια λογου θεου και εντευξεως

4:6 ταυτα υποτιθεμενος τοις αδελφοις καλος εση διακονος ιησου χριστου εντρεφομενος τοις λογοις της πιστεως και της καλης διδασκαλιας η παρηκολουθηκας

4:7 τους δε βεβηλους και γραωδεις μυθους παραιτου γυμναζε δε σεαυτον προς ευσεβειαν

4:8 η γαρ σωματικη γυμνασια προς ολιγον εστιν ωφελιμος η δε ευσεβεια προς παντα ωφελιμος εστιν επαγγελιαν εχουσα ζωης της νυν και της μελλουσης

4:9 πιστος ο λογος και πασης αποδοχης αξιος

4:10 εις τουτο γαρ και κοπιωμεν και ονειδιζομεθα οτι ηλπικαμεν επι θεω ζωντι ος εστιν σωτηρ παντων ανθρωπων μαλιστα πιστων

4:11 παραγγελλε ταυτα και διδασκε

4:12 μηδεις σου της νεοτητος καταφρονειτω αλλα τυπος γινου των πιστων εν λογω εν αναστροφη εν αγαπη εν πνευματι εν πιστει εν αγνεια

4:13 εως ερχομαι προσεχε τη αναγνωσει τη παρακλησει τη διδασκαλια

4:14 μη αμελει του εν σοι χαρισματος ο εδοθη σοι δια προφητειας μετα επιθεσεως των χειρων του πρεσβυτεριου

4:15 ταυτα μελετα εν τουτοις ισθι ινα σου η προκοπη φανερα η εν πασιν

4:16 επεχε σεαυτω και τη διδασκαλια επιμενε αυτοις τουτο γαρ ποιων και σεαυτον σωσεις και τους ακουοντας σου

 

Created with FREE HTMLCompiler by BibleDatabase