Index: Greek NT (Scrivener-1894) UTF8

 

James 4

[1] [2] [3] [4] [5]

4:1 ποθεν πολεμοι και μαχαι εν υμιν ουκ εντευθεν εκ των ηδονων υμων των στρατευομενων εν τοις μελεσιν υμων

4:2 επιθυμειτε και ουκ εχετε φονευετε και ζηλουτε και ου δυνασθε επιτυχειν μαχεσθε και πολεμειτε ουκ εχετε δε δια το μη αιτεισθαι υμας

4:3 αιτειτε και ου λαμβανετε διοτι κακως αιτεισθε ινα εν ταις ηδοναις υμων δαπανησητε

4:4 μοιχοι και μοιχαλιδες ουκ οιδατε οτι η φιλια του κοσμου εχθρα του θεου εστιν ος αν ουν βουληθη φιλος ειναι του κοσμου εχθρος του θεου καθισταται

4:5 η δοκειτε οτι κενως η γραφη λεγει προς φθονον επιποθει το πνευμα ο κατωκησεν εν ημιν

4:6 μειζονα δε διδωσιν χαριν διο λεγει ο θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν

4:7 υποταγητε ουν τω θεω αντιστητε τω διαβολω και φευξεται αφ υμων

4:8 εγγισατε τω θεω και εγγιει υμιν καθαρισατε χειρας αμαρτωλοι και αγνισατε καρδιας διψυχοι

4:9 ταλαιπωρησατε και πενθησατε και κλαυσατε ο γελως υμων εις πενθος μεταστραφητω και η χαρα εις κατηφειαν

4:10 ταπεινωθητε ενωπιον του κυριου και υψωσει υμας

4:11 μη καταλαλειτε αλληλων αδελφοι ο καταλαλων αδελφου και κρινων τον αδελφον αυτου καταλαλει νομου και κρινει νομον ει δε νομον κρινεις ουκ ει ποιητης νομου αλλα κριτης

4:12 εις εστιν ο νομοθετης ο δυναμενος σωσαι και απολεσαι συ τις ει ος κρινεις τον ετερον

4:13 αγε νυν οι λεγοντες σημερον η αυριον πορευσομεθα εις τηνδε την πολιν και ποιησομεν εκει ενιαυτον ενα και εμπορευσομεθα και κερδησομεν

4:14 οιτινες ουκ επιστασθε το της αυριον ποια γαρ η ζωη υμων ατμις γαρ εστιν η προς ολιγον φαινομενη επειτα δε αφανιζομενη

4:15 αντι του λεγειν υμας εαν ο κυριος θεληση και ζησομεν και ποιησομεν τουτο η εκεινο

4:16 νυν δε καυχασθε εν ταις αλαζονειαις υμων πασα καυχησις τοιαυτη πονηρα εστιν

4:17 ειδοτι ουν καλον ποιειν και μη ποιουντι αμαρτια αυτω εστιν

 

Created with FREE HTMLCompiler by BibleDatabase