Index: Greek NT (Scrivener-1894) UTF8

 

1 Peter 5

[1] [2] [3] [4] [5]

5:1 πρεσβυτερους τους εν υμιν παρακαλω ο συμπρεσβυτερος και μαρτυς των του χριστου παθηματων ο και της μελλουσης αποκαλυπτεσθαι δοξης κοινωνος

5:2 ποιμανατε το εν υμιν ποιμνιον του θεου επισκοπουντες μη αναγκαστως αλλ εκουσιως μηδε αισχροκερδως αλλα προθυμως

5:3 μηδ ως κατακυριευοντες των κληρων αλλα τυποι γινομενοι του ποιμνιου

5:4 και φανερωθεντος του αρχιποιμενος κομιεισθε τον αμαραντινον της δοξης στεφανον

5:5 ομοιως νεωτεροι υποταγητε πρεσβυτεροις παντες δε αλληλοις υποτασσομενοι την ταπεινοφροσυνην εγκομβωσασθε οτι ο θεος υπερηφανοις αντιτασσεται ταπεινοις δε διδωσιν χαριν

5:6 ταπεινωθητε ουν υπο την κραταιαν χειρα του θεου ινα υμας υψωση εν καιρω

5:7 πασαν την μεριμναν υμων επιρριψαντες επ αυτον οτι αυτω μελει περι υμων

5:8 νηψατε γρηγορησατε οτι ο αντιδικος υμων διαβολος ως λεων ωρυομενος περιπατει ζητων τινα καταπιη

5:9 ω αντιστητε στερεοι τη πιστει ειδοτες τα αυτα των παθηματων τη εν κοσμω υμων αδελφοτητι επιτελεισθαι

5:10 ο δε θεος πασης χαριτος ο καλεσας ημας εις την αιωνιον αυτου δοξαν εν χριστω ιησου ολιγον παθοντας αυτος καταρτισαι υμας στηριξαι σθενωσαι θεμελιωσαι

5:11 αυτω η δοξα και το κρατος εις τους αιωνας των αιωνων αμην

5:12 δια σιλουανου υμιν του πιστου αδελφου ως λογιζομαι δι ολιγων εγραψα παρακαλων και επιμαρτυρων ταυτην ειναι αληθη χαριν του θεου εις ην εστηκατε

5:13 ασπαζεται υμας η εν βαβυλωνι συνεκλεκτη και μαρκος ο υιος μου

5:14 ασπασασθε αλληλους εν φιληματι αγαπης ειρηνη υμιν πασιν τοις εν χριστω ιησου αμην

 

Created with FREE HTMLCompiler by BibleDatabase