Index: Greek Wescott-Hort NT UTF8

 

Matthew 15

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28]

15:1 τοτε προσερχονται τω ιησου απο ιεροσολυμων φαρισαιοι και γραμματεις λεγοντες

15:2 δια τι οι μαθηται σου παραβαινουσιν την παραδοσιν των πρεσβυτερων ου γαρ νιπτονται τας χειρας οταν αρτον εσθιωσιν

15:3 ο δε αποκριθεις ειπεν αυτοις δια τι και υμεις παραβαινετε την εντολην του θεου δια την παραδοσιν υμων

15:4 ο γαρ θεος ειπεν τιμα τον πατερα και την μητερα και ο κακολογων πατερα η μητερα θανατω τελευτατω

15:5 υμεις δε λεγετε ος αν ειπη τω πατρι η τη μητρι δωρον ο εαν εξ εμου ωφεληθης ου μη τιμησει τον πατερα αυτου

15:6 και ηκυρωσατε τον λογον του θεου δια την παραδοσιν υμων

15:7 υποκριται καλως επροφητευσεν περι υμων ησαιας λεγων

15:8 ο λαος ουτος τοις χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου

15:9 ματην δε σεβονται με διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων

15:10 και προσκαλεσαμενος τον οχλον ειπεν αυτοις ακουετε και συνιετε

15:11 ου το εισερχομενον εις το στομα κοινοι τον ανθρωπον αλλα το εκπορευομενον εκ του στοματος τουτο κοινοι τον ανθρωπον

15:12 τοτε προσελθοντες οι μαθηται λεγουσιν αυτω οιδας οτι οι φαρισαιοι ακουσαντες τον λογον εσκανδαλισθησαν

15:13 ο δε αποκριθεις ειπεν πασα φυτεια ην ουκ εφυτευσεν ο πατηρ μου ο ουρανιος εκριζωθησεται

15:14 αφετε αυτους τυφλοι εισιν οδηγοι τυφλος δε τυφλον εαν οδηγη αμφοτεροι εις βοθυνον πεσουνται

15:15 αποκριθεις δε ο πετρος ειπεν αυτω φρασον ημιν την παραβολην

15:16 ο δε ειπεν ακμην και υμεις ασυνετοι εστε

15:17 ου νοειτε οτι παν το εισπορευομενον εις το στομα εις την κοιλιαν χωρει και εις αφεδρωνα εκβαλλεται

15:18 τα δε εκπορευομενα εκ του στοματος εκ της καρδιας εξερχεται κακεινα κοινοι τον ανθρωπον

15:19 εκ γαρ της καρδιας εξερχονται διαλογισμοι πονηροι φονοι μοιχειαι πορνειαι κλοπαι ψευδομαρτυριαι βλασφημιαι

15:20 ταυτα εστιν τα κοινουντα τον ανθρωπον το δε ανιπτοις χερσιν φαγειν ου κοινοι τον ανθρωπον

15:21 και εξελθων εκειθεν ο ιησους ανεχωρησεν εις τα μερη τυρου και σιδωνος

15:22 και ιδου γυνη χαναναια απο των οριων εκεινων εξελθουσα εκραζεν λεγουσα ελεησον με κυριε υιος δαυιδ η θυγατηρ μου κακως δαιμονιζεται

15:23 ο δε ουκ απεκριθη αυτη λογον και προσελθοντες οι μαθηται αυτου ηρωτουν αυτον λεγοντες απολυσον αυτην οτι κραζει οπισθεν ημων

15:24 ο δε αποκριθεις ειπεν ουκ απεσταλην ει μη εις τα προβατα τα απολωλοτα οικου ισραηλ

15:25 η δε ελθουσα προσεκυνει αυτω λεγουσα κυριε βοηθει μοι

15:26 ο δε αποκριθεις ειπεν ουκ εστιν καλον λαβειν τον αρτον των τεκνων και βαλειν τοις κυναριοις

15:27 η δε ειπεν ναι κυριε και [γαρ] τα κυναρια εσθιει απο των ψιχιων των πιπτοντων απο της τραπεζης των κυριων αυτων

15:28 τοτε αποκριθεις ο ιησους ειπεν αυτη ω γυναι μεγαλη σου η πιστις γενηθητω σοι ως θελεις και ιαθη η θυγατηρ αυτης απο της ωρας εκεινης

15:29 και μεταβας εκειθεν ο ιησους ηλθεν παρα την θαλασσαν της γαλιλαιας και αναβας εις το ορος εκαθητο εκει

15:30 και προσηλθον αυτω οχλοι πολλοι εχοντες μεθ εαυτων χωλους κυλλους τυφλους κωφους και ετερους πολλους και ερριψαν αυτους παρα τους ποδας αυτου και εθεραπευσεν αυτους

15:31 ωστε τον οχλον θαυμασαι βλεποντας κωφους λαλουντας και χωλους περιπατουντας και τυφλους βλεποντας και εδοξασαν τον θεον ισραηλ

15:32 ο δε ιησους προσκαλεσαμενος τους μαθητας αυτου ειπεν σπλαγχνιζομαι επι τον οχλον οτι [ηδη] ημεραι τρεις προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν και απολυσαι αυτους νηστεις ου θελω μηποτε εκλυθωσιν εν τη οδω

15:33 και λεγουσιν αυτω οι μαθηται ποθεν ημιν εν ερημια αρτοι τοσουτοι ωστε χορτασαι οχλον τοσουτον

15:34 και λεγει αυτοις ο ιησους ποσους αρτους εχετε οι δε ειπαν επτα και ολιγα ιχθυδια

15:35 και παραγγειλας τω οχλω αναπεσειν επι την γην

15:36 ελαβεν τους επτα αρτους και τους ιχθυας και ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις οι δε μαθηται τοις οχλοις

15:37 και εφαγον παντες και εχορτασθησαν και το περισσευον των κλασματων ηραν επτα σπυριδας πληρεις

15:38 οι δε εσθιοντες ησαν τετρακισχιλιοι ανδρες χωρις γυναικων και παιδιων

15:39 και απολυσας τους οχλους ενεβη εις το πλοιον και ηλθεν εις τα ορια μαγαδαν

 

Created with FREE HTMLCompiler by BibleDatabase