Index: Greek Wescott-Hort NT UTF8

 

Matthew 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28]

19:1 και εγενετο οτε ετελεσεν ο ιησους τους λογους τουτους μετηρεν απο της γαλιλαιας και ηλθεν εις τα ορια της ιουδαιας περαν του ιορδανου

19:2 και ηκολουθησαν αυτω οχλοι πολλοι και εθεραπευσεν αυτους εκει

19:3 και προσηλθον αυτω φαρισαιοι πειραζοντες αυτον και λεγοντες ει εξεστιν απολυσαι την γυναικα αυτου κατα πασαν αιτιαν

19:4 ο δε αποκριθεις ειπεν ουκ ανεγνωτε οτι ο κτισας απ αρχης αρσεν και θηλυ εποιησεν αυτους

19:5 και ειπεν ενεκα τουτου καταλειψει ανθρωπος τον πατερα και την μητερα και κολληθησεται τη γυναικι αυτου και εσονται οι δυο εις σαρκα μιαν

19:6 ωστε ουκετι εισιν δυο αλλα σαρξ μια ο ουν ο θεος συνεζευξεν ανθρωπος μη χωριζετω

19:7 λεγουσιν αυτω τι ουν μωυσης ενετειλατο δουναι βιβλιον αποστασιου και απολυσαι

19:8 λεγει αυτοις οτι μωυσης προς την σκληροκαρδιαν υμων επετρεψεν υμιν απολυσαι τας γυναικας υμων απ αρχης δε ου γεγονεν ουτως

19:9 λεγω δε υμιν οτι ος αν απολυση την γυναικα αυτου μη επι πορνεια και γαμηση αλλην μοιχαται

19:10 λεγουσιν αυτω οι μαθηται ει ουτως εστιν η αιτια του ανθρωπου μετα της γυναικος ου συμφερει γαμησαι

19:11 ο δε ειπεν αυτοις ου παντες χωρουσιν τον λογον αλλ οις δεδοται

19:12 εισιν γαρ ευνουχοι οιτινες εκ κοιλιας μητρος εγεννηθησαν ουτως και εισιν ευνουχοι οιτινες ευνουχισθησαν υπο των ανθρωπων και εισιν ευνουχοι οιτινες ευνουχισαν εαυτους δια την βασιλειαν των ουρανων ο δυναμενος χωρειν χωρειτω

19:13 τοτε προσηνεχθησαν αυτω παιδια ινα τας χειρας επιθη αυτοις και προσευξηται οι δε μαθηται επετιμησαν αυτοις

19:14 ο δε ιησους ειπεν αφετε τα παιδια και μη κωλυετε αυτα ελθειν προς με των γαρ τοιουτων εστιν η βασιλεια των ουρανων

19:15 και επιθεις τας χειρας αυτοις επορευθη εκειθεν

19:16 και ιδου εις προσελθων αυτω ειπεν διδασκαλε τι αγαθον ποιησω ινα σχω ζωην αιωνιον

19:17 ο δε ειπεν αυτω τι με ερωτας περι του αγαθου εις εστιν ο αγαθος ει δε θελεις εις την ζωην εισελθειν τηρει τας εντολας

19:18 λεγει αυτω ποιας ο δε ιησους εφη το ου φονευσεις ου μοιχευσεις ου κλεψεις ου ψευδομαρτυρησεις

19:19 τιμα τον πατερα και την μητερα και αγαπησεις τον πλησιον σου ως σεαυτον

19:20 λεγει αυτω ο νεανισκος ταυτα παντα εφυλαξα τι ετι υστερω

19:21 εφη αυτω ο ιησους ει θελεις τελειος ειναι υπαγε πωλησον σου τα υπαρχοντα και δος [τοις] πτωχοις και εξεις θησαυρον εν ουρανοις και δευρο ακολουθει μοι

19:22 ακουσας δε ο νεανισκος τον λογον [τουτον] απηλθεν λυπουμενος ην γαρ εχων κτηματα πολλα

19:23 ο δε ιησους ειπεν τοις μαθηταις αυτου αμην λεγω υμιν οτι πλουσιος δυσκολως εισελευσεται εις την βασιλειαν των ουρανων

19:24 παλιν δε λεγω υμιν ευκοπωτερον εστιν καμηλον δια τρηματος ραφιδος εισελθειν η πλουσιον εις την βασιλειαν του θεου

19:25 ακουσαντες δε οι μαθηται εξεπλησσοντο σφοδρα λεγοντες τις αρα δυναται σωθηναι

19:26 εμβλεψας δε ο ιησους ειπεν αυτοις παρα ανθρωποις τουτο αδυνατον εστιν παρα δε θεω παντα δυνατα

19:27 τοτε αποκριθεις ο πετρος ειπεν αυτω ιδου ημεις αφηκαμεν παντα και ηκολουθησαμεν σοι τι αρα εσται ημιν

19:28 ο δε ιησους ειπεν αυτοις αμην λεγω υμιν οτι υμεις οι ακολουθησαντες μοι εν τη παλιγγενεσια οταν καθιση ο υιος του ανθρωπου επι θρονου δοξης αυτου καθησεσθε και υμεις επι δωδεκα θρονους κρινοντες τας δωδεκα φυλας του ισραηλ

19:29 και πας οστις αφηκεν οικιας η αδελφους η αδελφας η πατερα η μητερα η τεκνα η αγρους ενεκεν του εμου ονοματος πολλαπλασιονα λημψεται και ζωην αιωνιον κληρονομησει

19:30 πολλοι δε εσονται πρωτοι εσχατοι και εσχατοι πρωτοι

 

Created with FREE HTMLCompiler by BibleDatabase