Index: Greek Wescott-Hort NT UTF8

 

Matthew 20

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28]

20:1 ομοια γαρ εστιν η βασιλεια των ουρανων ανθρωπω οικοδεσποτη οστις εξηλθεν αμα πρωι μισθωσασθαι εργατας εις τον αμπελωνα αυτου

20:2 συμφωνησας δε μετα των εργατων εκ δηναριου την ημεραν απεστειλεν αυτους εις τον αμπελωνα αυτου

20:3 και εξελθων περι τριτην ωραν ειδεν αλλους εστωτας εν τη αγορα αργους

20:4 και εκεινοις ειπεν υπαγετε και υμεις εις τον αμπελωνα και ο εαν η δικαιον δωσω υμιν

20:5 οι δε απηλθον παλιν [δε] εξελθων περι εκτην και ενατην ωραν εποιησεν ωσαυτως

20:6 περι δε την ενδεκατην εξελθων ευρεν αλλους εστωτας και λεγει αυτοις τι ωδε εστηκατε ολην την ημεραν αργοι

20:7 λεγουσιν αυτω οτι ουδεις ημας εμισθωσατο λεγει αυτοις υπαγετε και υμεις εις τον αμπελωνα

20:8 οψιας δε γενομενης λεγει ο κυριος του αμπελωνος τω επιτροπω αυτου καλεσον τους εργατας και αποδος τον μισθον αρξαμενος απο των εσχατων εως των πρωτων

20:9 ελθοντες δε οι περι την ενδεκατην ωραν ελαβον ανα δηναριον

20:10 και ελθοντες οι πρωτοι ενομισαν οτι πλειον λημψονται και ελαβον [το] ανα δηναριον και αυτοι

20:11 λαβοντες δε εγογγυζον κατα του οικοδεσποτου

20:12 λεγοντες ουτοι οι εσχατοι μιαν ωραν εποιησαν και ισους αυτους ημιν εποιησας τοις βαστασασιν το βαρος της ημερας και τον καυσωνα

20:13 ο δε αποκριθεις ενι αυτων ειπεν εταιρε ουκ αδικω σε ουχι δηναριου συνεφωνησας μοι

20:14 αρον το σον και υπαγε θελω δε τουτω τω εσχατω δουναι ως και σοι

20:15 ουκ εξεστιν μοι ο θελω ποιησαι εν τοις εμοις η ο οφθαλμος σου πονηρος εστιν οτι εγω αγαθος ειμι

20:16 ουτως εσονται οι εσχατοι πρωτοι και οι πρωτοι εσχατοι

20:17 μελλων δε αναβαινειν ιησους εις ιεροσολυμα παρελαβεν τους δωδεκα [μαθητας] κατ ιδιαν και εν τη οδω ειπεν αυτοις

20:18 ιδου αναβαινομεν εις ιεροσολυμα και ο υιος του ανθρωπου παραδοθησεται τοις αρχιερευσιν και γραμματευσιν και κατακρινουσιν αυτον [θανατω]

20:19 και παραδωσουσιν αυτον τοις εθνεσιν εις το εμπαιξαι και μαστιγωσαι και σταυρωσαι και τη τριτη ημερα εγερθησεται

20:20 τοτε προσηλθεν αυτω η μητηρ των υιων ζεβεδαιου μετα των υιων αυτης προσκυνουσα και αιτουσα τι απ αυτου

20:21 ο δε ειπεν αυτη τι θελεις λεγει αυτω ειπε ινα καθισωσιν ουτοι οι δυο υιοι μου εις εκ δεξιων και εις εξ ευωνυμων σου εν τη βασιλεια σου

20:22 αποκριθεις δε ο ιησους ειπεν ουκ οιδατε τι αιτεισθε δυνασθε πιειν το ποτηριον ο εγω μελλω πινειν λεγουσιν αυτω δυναμεθα

20:23 λεγει αυτοις το μεν ποτηριον μου πιεσθε το δε καθισαι εκ δεξιων μου και εξ ευωνυμων ουκ εστιν εμον δουναι αλλ οις ητοιμασται υπο του πατρος μου

20:24 και ακουσαντες οι δεκα ηγανακτησαν περι των δυο αδελφων

20:25 ο δε ιησους προσκαλεσαμενος αυτους ειπεν οιδατε οτι οι αρχοντες των εθνων κατακυριευουσιν αυτων και οι μεγαλοι κατεξουσιαζουσιν αυτων

20:26 ουχ ουτως εστιν εν υμιν αλλ ος αν θελη εν υμιν μεγας γενεσθαι εσται υμων διακονος

20:27 και ος αν θελη εν υμιν ειναι πρωτος εσται υμων δουλος

20:28 ωσπερ ο υιος του ανθρωπου ουκ ηλθεν διακονηθηναι αλλα διακονησαι και δουναι την ψυχην αυτου λυτρον αντι πολλων

20:29 και εκπορευομενων αυτων απο ιεριχω ηκολουθησεν αυτω οχλος πολυς

20:30 και ιδου δυο τυφλοι καθημενοι παρα την οδον ακουσαντες οτι ιησους παραγει εκραξαν λεγοντες κυριε ελεησον ημας υιος δαυιδ

20:31 ο δε οχλος επετιμησεν αυτοις ινα σιωπησωσιν οι δε μειζον εκραξαν λεγοντες κυριε ελεησον ημας υιος δαυιδ

20:32 και στας [ο] ιησους εφωνησεν αυτους και ειπεν τι θελετε ποιησω υμιν

20:33 λεγουσιν αυτω κυριε ινα ανοιγωσιν οι οφθαλμοι ημων

20:34 σπλαγχνισθεις δε ο ιησους ηψατο των ομματων αυτων και ευθεως ανεβλεψαν και ηκολουθησαν αυτω

 

Created with FREE HTMLCompiler by BibleDatabase