Index: Greek Wescott-Hort NT UTF8

 

Mark 1

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

1:1 αρχη του ευαγγελιου ιησου χριστου

1:2 καθως γεγραπται εν τω ησαια τω προφητη ιδου αποστελλω τον αγγελον μου προ προσωπου σου ος κατασκευασει την οδον σου

1:3 φωνη βοωντος εν τη ερημω ετοιμασατε την οδον κυριου ευθειας ποιειτε τας τριβους αυτου

1:4 εγενετο ιωαννης ο βαπτιζων εν τη ερημω κηρυσσων βαπτισμα μετανοιας εις αφεσιν αμαρτιων

1:5 και εξεπορευετο προς αυτον πασα η ιουδαια χωρα και οι ιεροσολυμιται παντες και εβαπτιζοντο υπ αυτου εν τω ιορδανη ποταμω εξομολογουμενοι τας αμαρτιας αυτων

1:6 και ην ο ιωαννης ενδεδυμενος τριχας καμηλου και ζωνην δερματινην περι την οσφυν αυτου και εσθιων ακριδας και μελι αγριον

1:7 και εκηρυσσεν λεγων ερχεται ο ισχυροτερος μου οπισω [μου] ου ουκ ειμι ικανος κυψας λυσαι τον ιμαντα των υποδηματων αυτου

1:8 εγω εβαπτισα υμας υδατι αυτος δε βαπτισει υμας πνευματι αγιω

1:9 και εγενετο εν εκειναις ταις ημεραις ηλθεν ιησους απο ναζαρετ της γαλιλαιας και εβαπτισθη εις τον ιορδανην υπο ιωαννου

1:10 και ευθυς αναβαινων εκ του υδατος ειδεν σχιζομενους τους ουρανους και το πνευμα ως περιστεραν καταβαινον εις αυτον

1:11 και φωνη [εγενετο] εκ των ουρανων συ ει ο υιος μου ο αγαπητος εν σοι ευδοκησα

1:12 και ευθυς το πνευμα αυτον εκβαλλει εις την ερημον

1:13 και ην εν τη ερημω τεσσερακοντα ημερας πειραζομενος υπο του σατανα και ην μετα των θηριων και οι αγγελοι διηκονουν αυτω

1:14 και μετα το παραδοθηναι τον ιωαννην ηλθεν ο ιησους εις την γαλιλαιαν κηρυσσων το ευαγγελιον του θεου

1:15 [και λεγων] οτι πεπληρωται ο καιρος και ηγγικεν η βασιλεια του θεου μετανοειτε και πιστευετε εν τω ευαγγελιω

1:16 και παραγων παρα την θαλασσαν της γαλιλαιας ειδεν σιμωνα και ανδρεαν τον αδελφον σιμωνος αμφιβαλλοντας εν τη θαλασση ησαν γαρ αλιεις

1:17 και ειπεν αυτοις ο ιησους δευτε οπισω μου και ποιησω υμας γενεσθαι αλιεις ανθρωπων

1:18 και ευθυς αφεντες τα δικτυα ηκολουθησαν αυτω

1:19 και προβας ολιγον ειδεν ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον αυτου και αυτους εν τω πλοιω καταρτιζοντας τα δικτυα

1:20 και ευθυς εκαλεσεν αυτους και αφεντες τον πατερα αυτων ζεβεδαιον εν τω πλοιω μετα των μισθωτων απηλθον οπισω αυτου

1:21 και εισπορευονται εις καφαρναουμ και ευθυς τοις σαββασιν εισελθων εις την συναγωγην εδιδασκεν

1:22 και εξεπλησσοντο επι τη διδαχη αυτου ην γαρ διδασκων αυτους ως εξουσιαν εχων και ουχ ως οι γραμματεις

1:23 και ευθυς ην εν τη συναγωγη αυτων ανθρωπος εν πνευματι ακαθαρτω και ανεκραξεν

1:24 λεγων τι ημιν και σοι ιησου ναζαρηνε ηλθες απολεσαι ημας οιδα σε τις ει ο αγιος του θεου

1:25 και επετιμησεν αυτω ο ιησους [λεγων] φιμωθητι και εξελθε εξ αυτου

1:26 και σπαραξαν αυτον το πνευμα το ακαθαρτον και φωνησαν φωνη μεγαλη εξηλθεν εξ αυτου

1:27 και εθαμβηθησαν απαντες ωστε συζητειν αυτους λεγοντας τι εστιν τουτο διδαχη καινη κατ εξουσιαν και τοις πνευμασιν τοις ακαθαρτοις επιτασσει και υπακουουσιν αυτω

1:28 και εξηλθεν η ακοη αυτου ευθυς πανταχου εις ολην την περιχωρον της γαλιλαιας

1:29 και ευθυς εκ της συναγωγης εξελθοντες ηλθον εις την οικιαν σιμωνος και ανδρεου μετα ιακωβου και ιωαννου

1:30 η δε πενθερα σιμωνος κατεκειτο πυρεσσουσα και ευθυς λεγουσιν αυτω περι αυτης

1:31 και προσελθων ηγειρεν αυτην κρατησας της χειρος και αφηκεν αυτην ο πυρετος και διηκονει αυτοις

1:32 οψιας δε γενομενης οτε εδυσεν ο ηλιος εφερον προς αυτον παντας τους κακως εχοντας και τους δαιμονιζομενους

1:33 και ην ολη η πολις επισυνηγμενη προς την θυραν

1:34 και εθεραπευσεν πολλους κακως εχοντας ποικιλαις νοσοις και δαιμονια πολλα εξεβαλεν και ουκ ηφιεν λαλειν τα δαιμονια οτι ηδεισαν αυτον [χριστον ειναι]

1:35 και πρωι εννυχα λιαν αναστας εξηλθεν [και απηλθεν] εις ερημον τοπον κακει προσηυχετο

1:36 και κατεδιωξεν αυτον σιμων και οι μετ αυτου

1:37 και ευρον αυτον και λεγουσιν αυτω οτι παντες ζητουσιν σε

1:38 και λεγει αυτοις αγωμεν αλλαχου εις τας εχομενας κωμοπολεις ινα και εκει κηρυξω εις τουτο γαρ εξηλθον

1:39 και ηλθεν κηρυσσων εις τας συναγωγας αυτων εις ολην την γαλιλαιαν και τα δαιμονια εκβαλλων

1:40 και ερχεται προς αυτον λεπρος παρακαλων αυτον [και γονυπετων] λεγων αυτω οτι εαν θελης δυνασαι με καθαρισαι

1:41 και σπλαγχνισθεις εκτεινας την χειρα αυτου ηψατο και λεγει αυτω θελω καθαρισθητι

1:42 και ευθυς απηλθεν απ αυτου η λεπρα και εκαθαρισθη

1:43 και εμβριμησαμενος αυτω ευθυς εξεβαλεν αυτον

1:44 και λεγει αυτω ορα μηδενι μηδεν ειπης αλλα υπαγε σεαυτον δειξον τω ιερει και προσενεγκε περι του καθαρισμου σου α προσεταξεν μωυσης εις μαρτυριον αυτοις

1:45 ο δε εξελθων ηρξατο κηρυσσειν πολλα και διαφημιζειν τον λογον ωστε μηκετι αυτον δυνασθαι φανερως εις πολιν εισελθειν αλλ εξω επ ερημοις τοποις [ην] και ηρχοντο προς αυτον παντοθεν

 

Created with FREE HTMLCompiler by BibleDatabase