Index: Greek Wescott-Hort NT UTF8

 

Mark 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

2:1 και εισελθων παλιν εις καφαρναουμ δι ημερων ηκουσθη οτι εν οικω εστιν

2:2 και συνηχθησαν πολλοι ωστε μηκετι χωρειν μηδε τα προς την θυραν και ελαλει αυτοις τον λογον

2:3 και ερχονται φεροντες προς αυτον παραλυτικον αιρομενον υπο τεσσαρων

2:4 και μη δυναμενοι προσενεγκαι αυτω δια τον οχλον απεστεγασαν την στεγην οπου ην και εξορυξαντες χαλωσιν τον κραβαττον οπου ο παραλυτικος κατεκειτο

2:5 και ιδων ο ιησους την πιστιν αυτων λεγει τω παραλυτικω τεκνον αφιενται σου αι αμαρτιαι

2:6 ησαν δε τινες των γραμματεων εκει καθημενοι και διαλογιζομενοι εν ταις καρδιαις αυτων

2:7 τι ουτος ουτως λαλει βλασφημει τις δυναται αφιεναι αμαρτιας ει μη εις ο θεος

2:8 και ευθυς επιγνους ο ιησους τω πνευματι αυτου οτι [ουτως] διαλογιζονται εν εαυτοις λεγει [αυτοις] τι ταυτα διαλογιζεσθε εν ταις καρδιαις υμων

2:9 τι εστιν ευκοπωτερον ειπειν τω παραλυτικω αφιενται σου αι αμαρτιαι η ειπειν εγειρου [και] αρον τον κραβαττον σου και περιπατει

2:10 ινα δε ειδητε οτι εξουσιαν εχει ο υιος του ανθρωπου αφιεναι αμαρτιας επι της γης λεγει τω παραλυτικω

2:11 σοι λεγω εγειρε αρον τον κραβαττον σου και υπαγε εις τον οικον σου

2:12 και ηγερθη και ευθυς αρας τον κραβαττον εξηλθεν εμπροσθεν παντων ωστε εξιστασθαι παντας και δοξαζειν τον θεον [λεγοντας] οτι ουτως ουδεποτε ειδομεν

2:13 και εξηλθεν παλιν παρα την θαλασσαν και πας ο οχλος ηρχετο προς αυτον και εδιδασκεν αυτους

2:14 και παραγων ειδεν λευιν τον του αλφαιου καθημενον επι το τελωνιον και λεγει αυτω ακολουθει μοι και αναστας ηκολουθησεν αυτω

2:15 και γινεται κατακεισθαι αυτον εν τη οικια αυτου και πολλοι τελωναι και αμαρτωλοι συνανεκειντο τω ιησου και τοις μαθηταις αυτου ησαν γαρ πολλοι και ηκολουθουν αυτω

2:16 και οι γραμματεις των φαρισαιων ιδοντες οτι εσθιει μετα των αμαρτωλων και τελωνων ελεγον τοις μαθηταις αυτου οτι μετα των τελωνων και αμαρτωλων εσθιει

2:17 και ακουσας ο ιησους λεγει αυτοις [οτι] ου χρειαν εχουσιν οι ισχυοντες ιατρου αλλ οι κακως εχοντες ουκ ηλθον καλεσαι δικαιους αλλα αμαρτωλους

2:18 και ησαν οι μαθηται ιωαννου και οι φαρισαιοι νηστευοντες και ερχονται και λεγουσιν αυτω δια τι οι μαθηται ιωαννου και οι μαθηται των φαρισαιων νηστευουσιν οι δε σοι [μαθηται] ου νηστευουσιν

2:19 και ειπεν αυτοις ο ιησους μη δυνανται οι υιοι του νυμφωνος εν ω ο νυμφιος μετ αυτων εστιν νηστευειν οσον χρονον εχουσιν τον νυμφιον μετ αυτων ου δυνανται νηστευειν

2:20 ελευσονται δε ημεραι οταν απαρθη απ αυτων ο νυμφιος και τοτε νηστευσουσιν εν εκεινη τη ημερα

2:21 ουδεις επιβλημα ρακους αγναφου επιραπτει επι ιματιον παλαιον ει δε μη αιρει το πληρωμα απ αυτου το καινον του παλαιου και χειρον σχισμα γινεται

2:22 και ουδεις βαλλει οινον νεον εις ασκους παλαιους ει δε μη ρηξει ο οινος τους ασκους και ο οινος απολλυται και οι ασκοι [αλλα οινον νεον εις ασκους καινους]

2:23 και εγενετο αυτον εν τοις σαββασιν διαπορευεσθαι δια των σποριμων και οι μαθηται αυτου ηρξαντο οδον ποιειν τιλλοντες τους σταχυας

2:24 και οι φαρισαιοι ελεγον αυτω ιδε τι ποιουσιν τοις σαββασιν ο ουκ εξεστιν

2:25 και λεγει αυτοις ουδεποτε ανεγνωτε τι εποιησεν δαυιδ οτε χρειαν εσχεν και επεινασεν αυτος και οι μετ αυτου

2:26 [πως] εισηλθεν εις τον οικον του θεου επι αβιαθαρ αρχιερεως και τους αρτους της προθεσεως εφαγεν ους ουκ εξεστιν φαγειν ει μη τους ιερεις και εδωκεν και τοις συν αυτω ουσιν

2:27 και ελεγεν αυτοις το σαββατον δια τον ανθρωπον εγενετο και ουχ ο ανθρωπος δια το σαββατον

2:28 ωστε κυριος εστιν ο υιος του ανθρωπου και του σαββατου

 

Created with FREE HTMLCompiler by BibleDatabase