Index: Greek Wescott-Hort NT UTF8

 

Mark 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

3:1 και εισηλθεν παλιν εις συναγωγην και ην εκει ανθρωπος εξηραμμενην εχων την χειρα

3:2 και παρετηρουν αυτον ει τοις σαββασιν θεραπευσει αυτον ινα κατηγορησωσιν αυτου

3:3 και λεγει τω ανθρωπω τω την χειρα εχοντι ξηραν εγειρε εις το μεσον

3:4 και λεγει αυτοις εξεστιν τοις σαββασιν αγαθοποιησαι η κακοποιησαι ψυχην σωσαι η αποκτειναι οι δε εσιωπων

3:5 και περιβλεψαμενος αυτους μετ οργης συλλυπουμενος επι τη πωρωσει της καρδιας αυτων λεγει τω ανθρωπω εκτεινον την χειρα σου και εξετεινεν και απεκατεσταθη η χειρ αυτου

3:6 και εξελθοντες οι φαρισαιοι ευθυς μετα των ηρωδιανων συμβουλιον εδιδουν κατ αυτου οπως αυτον απολεσωσιν

3:7 και ο ιησους μετα των μαθητων αυτου ανεχωρησεν προς την θαλασσαν και πολυ πληθος απο της γαλιλαιας ηκολουθησεν και απο της ιουδαιας

3:8 και απο ιεροσολυμων και απο της ιδουμαιας και περαν του ιορδανου και περι τυρον και σιδωνα πληθος πολυ ακουοντες οσα ποιει ηλθον προς αυτον

3:9 και ειπεν τοις μαθηταις αυτου ινα πλοιαριον προσκαρτερη αυτω δια τον οχλον ινα μη θλιβωσιν αυτον

3:10 πολλους γαρ εθεραπευσεν ωστε επιπιπτειν αυτω ινα αυτου αψωνται οσοι ειχον μαστιγας

3:11 και τα πνευματα τα ακαθαρτα οταν αυτον εθεωρουν προσεπιπτον αυτω και εκραζον λεγοντα οτι συ ει ο υιος του θεου

3:12 και πολλα επετιμα αυτοις ινα μη αυτον φανερον ποιησωσιν

3:13 και αναβαινει εις το ορος και προσκαλειται ους ηθελεν αυτος και απηλθον προς αυτον

3:14 και εποιησεν δωδεκα ους και αποστολους ωνομασεν ινα ωσιν μετ αυτου και ινα αποστελλη αυτους κηρυσσειν

3:15 και εχειν εξουσιαν εκβαλλειν τα δαιμονια [3 16] και εποιησεν τους δωδεκα

3:16 και επεθηκεν ονομα τω σιμωνι πετρον

3:17 και ιακωβον τον του ζεβεδαιου και ιωαννην τον αδελφον του ιακωβου και επεθηκεν αυτοις ονομα βοανηργες ο εστιν υιοι βροντης

3:18 και ανδρεαν και φιλιππον και βαρθολομαιον και μαθθαιον και θωμαν και ιακωβον τον του αλφαιου και θαδδαιον και σιμωνα τον καναναιον

3:19 και ιουδαν ισκαριωθ ος και παρεδωκεν αυτον [3 20] και ερχεται εις οικον

3:20 και συνερχεται παλιν [ο] οχλος ωστε μη δυνασθαι αυτους μηδε αρτον φαγειν

3:21 και ακουσαντες οι παρ αυτου εξηλθον κρατησαι αυτον ελεγον γαρ οτι εξεστη

3:22 και οι γραμματεις οι απο ιεροσολυμων καταβαντες ελεγον οτι βεελζεβουλ εχει και οτι εν τω αρχοντι των δαιμονιων εκβαλλει τα δαιμονια

3:23 και προσκαλεσαμενος αυτους εν παραβολαις ελεγεν αυτοις πως δυναται σατανας σαταναν εκβαλλειν

3:24 και εαν βασιλεια εφ εαυτην μερισθη ου δυναται σταθηναι η βασιλεια εκεινη

3:25 και εαν οικια εφ εαυτην μερισθη ου δυνησεται η οικια εκεινη στηναι

3:26 και ει ο σατανας ανεστη εφ εαυτον και εμερισθη ου δυναται στηναι αλλα τελος εχει

3:27 αλλ ου δυναται ουδεις εις την οικιαν του ισχυρου εισελθων τα σκευη αυτου διαρπασαι εαν μη πρωτον τον ισχυρον δηση και τοτε την οικιαν αυτου διαρπασει

3:28 αμην λεγω υμιν οτι παντα αφεθησεται τοις υιοις των ανθρωπων τα αμαρτηματα και αι βλασφημιαι οσα εαν βλασφημησωσιν

3:29 ος δ αν βλασφημηση εις το πνευμα το αγιον ουκ εχει αφεσιν εις τον αιωνα αλλα ενοχος εστιν αιωνιου αμαρτηματος

3:30 οτι ελεγον πνευμα ακαθαρτον εχει

3:31 και ερχονται η μητηρ αυτου και οι αδελφοι αυτου και εξω στηκοντες απεστειλαν προς αυτον καλουντες αυτον

3:32 και εκαθητο περι αυτον οχλος και λεγουσιν αυτω ιδου η μητηρ σου και οι αδελφοι σου εξω ζητουσιν σε

3:33 και αποκριθεις αυτοις λεγει τις εστιν η μητηρ μου και οι αδελφοι

3:34 και περιβλεψαμενος τους περι αυτον κυκλω καθημενους λεγει ιδε η μητηρ μου και οι αδελφοι μου

3:35 ος αν ποιηση το θελημα του θεου ουτος αδελφος μου και αδελφη και μητηρ εστιν

 

Created with FREE HTMLCompiler by BibleDatabase