Index: Greek Wescott-Hort NT UTF8

 

Mark 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

7:1 και συναγονται προς αυτον οι φαρισαιοι και τινες των γραμματεων ελθοντες απο ιεροσολυμων

7:2 και ιδοντες τινας των μαθητων αυτου οτι κοιναις χερσιν τουτ εστιν ανιπτοις εσθιουσιν τους αρτους

7:3 οι γαρ φαρισαιοι και παντες οι ιουδαιοι εαν μη πυγμη νιψωνται τας χειρας ουκ εσθιουσιν κρατουντες την παραδοσιν των πρεσβυτερων

7:4 και απ αγορας εαν μη ραντισωνται ουκ εσθιουσιν και αλλα πολλα εστιν α παρελαβον κρατειν βαπτισμους ποτηριων και ξεστων και χαλκιων

7:5 και επερωτωσιν αυτον οι φαρισαιοι και οι γραμματεις δια τι ου περιπατουσιν οι μαθηται σου κατα την παραδοσιν των πρεσβυτερων αλλα κοιναις χερσιν εσθιουσιν τον αρτον

7:6 ο δε ειπεν αυτοις καλως επροφητευσεν ησαιας περι υμων των υποκριτων ως γεγραπται οτι ουτος ο λαος τοις χειλεσιν με τιμα η δε καρδια αυτων πορρω απεχει απ εμου

7:7 ματην δε σεβονται με διδασκοντες διδασκαλιας ενταλματα ανθρωπων

7:8 αφεντες την εντολην του θεου κρατειτε την παραδοσιν των ανθρωπων

7:9 και ελεγεν αυτοις καλως αθετειτε την εντολην του θεου ινα την παραδοσιν υμων τηρησητε

7:10 μωυσης γαρ ειπεν τιμα τον πατερα σου και την μητερα σου και ο κακολογων πατερα η μητερα θανατω τελευτατω

7:11 υμεις δε λεγετε εαν ειπη ανθρωπος τω πατρι η τη μητρι κορβαν ο εστιν δωρον ο εαν εξ εμου ωφεληθης

7:12 ουκετι αφιετε αυτον ουδεν ποιησαι τω πατρι η τη μητρι

7:13 ακυρουντες τον λογον του θεου τη παραδοσει υμων η παρεδωκατε και παρομοια τοιαυτα πολλα ποιειτε

7:14 και προσκαλεσαμενος παλιν τον οχλον ελεγεν αυτοις ακουσατε μου παντες και συνετε

7:15 ουδεν εστιν εξωθεν του ανθρωπου εισπορευομενον εις αυτον ο δυναται κοινωσαι αυτον αλλα τα εκ του ανθρωπου εκπορευομενα εστιν τα κοινουντα τον ανθρωπον

7:16

7:17 και οτε εισηλθεν εις οικον απο του οχλου επηρωτων αυτον οι μαθηται αυτου την παραβολην

7:18 και λεγει αυτοις ουτως και υμεις ασυνετοι εστε ου νοειτε οτι παν το εξωθεν εισπορευομενον εις τον ανθρωπον ου δυναται αυτον κοινωσαι

7:19 οτι ουκ εισπορευεται αυτου εις την καρδιαν αλλ εις την κοιλιαν και εις τον αφεδρωνα εκπορευεται καθαριζων παντα τα βρωματα

7:20 ελεγεν δε οτι το εκ του ανθρωπου εκπορευομενον εκεινο κοινοι τον ανθρωπον

7:21 εσωθεν γαρ εκ της καρδιας των ανθρωπων οι διαλογισμοι οι κακοι εκπορευονται πορνειαι κλοπαι φονοι

7:22 μοιχειαι πλεονεξιαι πονηριαι δολος ασελγεια οφθαλμος πονηρος βλασφημια υπερηφανια αφροσυνη

7:23 παντα ταυτα τα πονηρα εσωθεν εκπορευεται και κοινοι τον ανθρωπον

7:24 εκειθεν δε αναστας απηλθεν εις τα ορια τυρου [και σιδωνος] και εισελθων εις οικιαν ουδενα ηθελεν γνωναι και ουκ ηδυνασθη λαθειν

7:25 αλλ ευθυς ακουσασα γυνη περι αυτου ης ειχεν το θυγατριον αυτης πνευμα ακαθαρτον ελθουσα προσεπεσεν προς τους ποδας αυτου

7:26 η δε γυνη ην ελληνις συροφοινικισσα τω γενει και ηρωτα αυτον ινα το δαιμονιον εκβαλη εκ της θυγατρος αυτης

7:27 και ελεγεν αυτη αφες πρωτον χορτασθηναι τα τεκνα ου γαρ εστιν καλον λαβειν τον αρτον των τεκνων και τοις κυναριοις βαλειν

7:28 η δε απεκριθη και λεγει αυτω ναι κυριε και τα κυναρια υποκατω της τραπεζης εσθιουσιν απο των ψιχιων των παιδιων

7:29 και ειπεν αυτη δια τουτον τον λογον υπαγε εξεληλυθεν εκ της θυγατρος σου το δαιμονιον

7:30 και απελθουσα εις τον οικον αυτης ευρεν το παιδιον βεβλημενον επι την κλινην και το δαιμονιον εξεληλυθος

7:31 και παλιν εξελθων εκ των οριων τυρου ηλθεν δια σιδωνος εις την θαλασσαν της γαλιλαιας ανα μεσον των οριων δεκαπολεως

7:32 και φερουσιν αυτω κωφον και μογιλαλον και παρακαλουσιν αυτον ινα επιθη αυτω την χειρα

7:33 και απολαβομενος αυτον απο του οχλου κατ ιδιαν εβαλεν τους δακτυλους αυτου εις τα ωτα αυτου και πτυσας ηψατο της γλωσσης αυτου

7:34 και αναβλεψας εις τον ουρανον εστεναξεν και λεγει αυτω εφφαθα ο εστιν διανοιχθητι

7:35 και ηνοιγησαν αυτου αι ακοαι και ελυθη ο δεσμος της γλωσσης αυτου και ελαλει ορθως

7:36 και διεστειλατο αυτοις ινα μηδενι λεγωσιν οσον δε αυτοις διεστελλετο αυτοι μαλλον περισσοτερον εκηρυσσον

7:37 και υπερπερισσως εξεπλησσοντο λεγοντες καλως παντα πεποιηκεν και τους κωφους ποιει ακουειν και αλαλους λαλειν

 

Created with FREE HTMLCompiler by BibleDatabase