Index: Greek Wescott-Hort NT UTF8

 

Mark 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

8:1 εν εκειναις ταις ημεραις παλιν πολλου οχλου οντος και μη εχοντων τι φαγωσιν προσκαλεσαμενος τους μαθητας λεγει αυτοις

8:2 σπλαγχνιζομαι επι τον οχλον οτι ηδη ημεραι τρεις προσμενουσιν μοι και ουκ εχουσιν τι φαγωσιν

8:3 και εαν απολυσω αυτους νηστεις εις οικον αυτων εκλυθησονται εν τη οδω και τινες αυτων απο μακροθεν εισιν

8:4 και απεκριθησαν αυτω οι μαθηται αυτου οτι ποθεν τουτους δυνησεται τις ωδε χορτασαι αρτων επ ερημιας

8:5 και ηρωτα αυτους ποσους εχετε αρτους οι δε ειπαν επτα

8:6 και παραγγελλει τω οχλω αναπεσειν επι της γης και λαβων τους επτα αρτους ευχαριστησας εκλασεν και εδιδου τοις μαθηταις αυτου ινα παρατιθωσιν και παρεθηκαν τω οχλω

8:7 και ειχον ιχθυδια ολιγα και ευλογησας αυτα ειπεν και ταυτα παρατιθεναι

8:8 και εφαγον και εχορτασθησαν και ηραν περισσευματα κλασματων επτα σπυριδας

8:9 ησαν δε ως τετρακισχιλιοι και απελυσεν αυτους

8:10 και ευθυς εμβας εις το πλοιον μετα των μαθητων αυτου ηλθεν εις τα μερη δαλμανουθα

8:11 και εξηλθον οι φαρισαιοι και ηρξαντο συζητειν αυτω ζητουντες παρ αυτου σημειον απο του ουρανου πειραζοντες αυτον

8:12 και αναστεναξας τω πνευματι αυτου λεγει τι η γενεα αυτη ζητει σημειον αμην λεγω ει δοθησεται τη γενεα ταυτη σημειον

8:13 και αφεις αυτους παλιν εμβας απηλθεν εις το περαν

8:14 και επελαθοντο λαβειν αρτους και ει μη ενα αρτον ουκ ειχον μεθ εαυτων εν τω πλοιω

8:15 και διεστελλετο αυτοις λεγων ορατε βλεπετε απο της ζυμης των φαρισαιων και της ζυμης ηρωδου

8:16 και διελογιζοντο προς αλληλους οτι αρτους ουκ εχουσιν

8:17 και γνους λεγει αυτοις τι διαλογιζεσθε οτι αρτους ουκ εχετε ουπω νοειτε ουδε συνιετε πεπωρωμενην εχετε την καρδιαν υμων

8:18 οφθαλμους εχοντες ου βλεπετε και ωτα εχοντες ουκ ακουετε και ου μνημονευετε

8:19 οτε τους πεντε αρτους εκλασα εις τους πεντακισχιλιους ποσους κοφινους κλασματων πληρεις ηρατε λεγουσιν αυτω δωδεκα

8:20 οτε τους επτα εις τους τετρακισχιλιους ποσων σπυριδων πληρωματα κλασματων ηρατε και λεγουσιν αυτω επτα

8:21 και ελεγεν αυτοις ουπω συνιετε

8:22 και ερχονται εις βηθσαιδαν και φερουσιν αυτω τυφλον και παρακαλουσιν αυτον ινα αυτου αψηται

8:23 και επιλαβομενος της χειρος του τυφλου εξηνεγκεν αυτον εξω της κωμης και πτυσας εις τα ομματα αυτου επιθεις τας χειρας αυτω επηρωτα αυτον ει τι βλεπεις

8:24 και αναβλεψας ελεγεν βλεπω τους ανθρωπους οτι ως δενδρα ορω περιπατουντας

8:25 ειτα παλιν εθηκεν τας χειρας επι τους οφθαλμους αυτου και διεβλεψεν και απεκατεστη και ενεβλεπεν τηλαυγως απαντα

8:26 και απεστειλεν αυτον εις οικον αυτου λεγων μηδε εις την κωμην εισελθης

8:27 και εξηλθεν ο ιησους και οι μαθηται αυτου εις τας κωμας καισαρειας της φιλιππου και εν τη οδω επηρωτα τους μαθητας αυτου λεγων αυτοις τινα με λεγουσιν οι ανθρωποι ειναι

8:28 οι δε ειπαν αυτω λεγοντες οτι ιωαννην τον βαπτιστην και αλλοι ηλιαν αλλοι δε οτι εις των προφητων

8:29 και αυτος επηρωτα αυτους υμεις δε τινα με λεγετε ειναι αποκριθεις ο πετρος λεγει αυτω συ ει ο χριστος

8:30 και επετιμησεν αυτοις ινα μηδενι λεγωσιν περι αυτου

8:31 και ηρξατο διδασκειν αυτους οτι δει τον υιον του ανθρωπου πολλα παθειν και αποδοκιμασθηναι υπο των πρεσβυτερων και των αρχιερεων και των γραμματεων και αποκτανθηναι και μετα τρεις ημερας αναστηναι

8:32 και παρρησια τον λογον ελαλει και προσλαβομενος ο πετρος αυτον ηρξατο επιτιμαν αυτω

8:33 ο δε επιστραφεις και ιδων τους μαθητας αυτου επετιμησεν πετρω και λεγει υπαγε οπισω μου σατανα οτι ου φρονεις τα του θεου αλλα τα των ανθρωπων

8:34 και προσκαλεσαμενος τον οχλον συν τοις μαθηταις αυτου ειπεν αυτοις ει τις θελει οπισω μου ελθειν απαρνησασθω εαυτον και αρατω τον σταυρον αυτου και ακολουθειτω μοι

8:35 ος γαρ εαν θελη την εαυτου ψυχην σωσαι απολεσει αυτην ος δ αν απολεσει την ψυχην αυτου ενεκεν [εμου και] του ευαγγελιου σωσει αυτην

8:36 τι γαρ ωφελει ανθρωπον κερδησαι τον κοσμον ολον και ζημιωθηναι την ψυχην αυτου

8:37 τι γαρ δοι ανθρωπος ανταλλαγμα της ψυχης αυτου

8:38 ος γαρ εαν επαισχυνθη με και τους εμους λογους εν τη γενεα ταυτη τη μοιχαλιδι και αμαρτωλω και ο υιος του ανθρωπου επαισχυνθησεται αυτον οταν ελθη εν τη δοξη του πατρος αυτου μετα των αγγελων των αγιων

 

Created with FREE HTMLCompiler by BibleDatabase