Index: Greek Wescott-Hort NT UTF8

 

Mark 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

9:1 και ελεγεν αυτοις αμην λεγω υμιν οτι εισιν τινες ωδε των εστηκοτων οιτινες ου μη γευσωνται θανατου εως αν ιδωσιν την βασιλειαν του θεου εληλυθυιαν εν δυναμει

9:2 και μετα ημερας εξ παραλαμβανει ο ιησους τον πετρον και τον ιακωβον και ιωαννην και αναφερει αυτους εις ορος υψηλον κατ ιδιαν μονους και μετεμορφωθη εμπροσθεν αυτων

9:3 και τα ιματια αυτου εγενετο στιλβοντα λευκα λιαν οια γναφευς επι της γης ου δυναται ουτως λευκαναι

9:4 και ωφθη αυτοις ηλιας συν μωυσει και ησαν συλλαλουντες τω ιησου

9:5 και αποκριθεις ο πετρος λεγει τω ιησου ραββι καλον εστιν ημας ωδε ειναι και ποιησωμεν τρεις σκηνας σοι μιαν και μωυσει μιαν και ηλια μιαν

9:6 ου γαρ ηδει τι αποκριθη εκφοβοι γαρ εγενοντο

9:7 και εγενετο νεφελη επισκιαζουσα αυτοις και εγενετο φωνη εκ της νεφελης ουτος εστιν ο υιος μου ο αγαπητος ακουετε αυτου

9:8 και εξαπινα περιβλεψαμενοι ουκετι ουδενα ειδον μεθ εαυτων ει μη τον ιησουν μονον

9:9 και καταβαινοντων αυτων εκ του ορους διεστειλατο αυτοις ινα μηδενι α ειδον διηγησωνται ει μη οταν ο υιος του ανθρωπου εκ νεκρων αναστη

9:10 και τον λογον εκρατησαν προς εαυτους συζητουντες τι εστιν το εκ νεκρων αναστηναι

9:11 και επηρωτων αυτον λεγοντες οτι λεγουσιν οι γραμματεις οτι ηλιαν δει ελθειν πρωτον

9:12 ο δε εφη αυτοις ηλιας μεν ελθων πρωτον αποκαθιστανει παντα και πως γεγραπται επι τον υιον του ανθρωπου ινα πολλα παθη και εξουδενηθη

9:13 αλλα λεγω υμιν οτι και ηλιας εληλυθεν και εποιησαν αυτω οσα ηθελον καθως γεγραπται επ αυτον

9:14 και ελθοντες προς τους μαθητας ειδον οχλον πολυν περι αυτους και γραμματεις συζητουντας προς αυτους

9:15 και ευθυς πας ο οχλος ιδοντες αυτον εξεθαμβηθησαν και προστρεχοντες ησπαζοντο αυτον

9:16 και επηρωτησεν αυτους τι συζητειτε προς αυτους

9:17 και απεκριθη αυτω εις εκ του οχλου διδασκαλε ηνεγκα τον υιον μου προς σε εχοντα πνευμα αλαλον

9:18 και οπου εαν αυτον καταλαβη ρησσει αυτον και αφριζει και τριζει τους οδοντας και ξηραινεται και ειπα τοις μαθηταις σου ινα αυτο εκβαλωσιν και ουκ ισχυσαν

9:19 ο δε αποκριθεις αυτοις λεγει ω γενεα απιστος εως ποτε προς υμας εσομαι εως ποτε ανεξομαι υμων φερετε αυτον προς με

9:20 και ηνεγκαν αυτον προς αυτον και ιδων αυτον το πνευμα ευθυς συνεσπαραξεν αυτον και πεσων επι της γης εκυλιετο αφριζων

9:21 και επηρωτησεν τον πατερα αυτου ποσος χρονος εστιν ως τουτο γεγονεν αυτω ο δε ειπεν εκ παιδιοθεν

9:22 και πολλακις και εις πυρ αυτον εβαλεν και εις υδατα ινα απολεση αυτον αλλ ει τι δυνη βοηθησον ημιν σπλαγχνισθεις εφ ημας

9:23 ο δε ιησους ειπεν αυτω το ει δυνη παντα δυνατα τω πιστευοντι

9:24 ευθυς κραξας ο πατηρ του παιδιου ελεγεν πιστευω βοηθει μου τη απιστια

9:25 ιδων δε ο ιησους οτι επισυντρεχει οχλος επετιμησεν τω πνευματι τω ακαθαρτω λεγων αυτω το αλαλον και κωφον πνευμα εγω επιτασσω σοι εξελθε εξ αυτου και μηκετι εισελθης εις αυτον

9:26 και κραξας και πολλα σπαραξας εξηλθεν και εγενετο ωσει νεκρος ωστε τους πολλους λεγειν οτι απεθανεν

9:27 ο δε ιησους κρατησας της χειρος αυτου ηγειρεν αυτον και ανεστη

9:28 και εισελθοντος αυτου εις οικον οι μαθηται αυτου κατ ιδιαν επηρωτων αυτον οτι ημεις ουκ ηδυνηθημεν εκβαλειν αυτο

9:29 και ειπεν αυτοις τουτο το γενος εν ουδενι δυναται εξελθειν ει μη εν προσευχη

9:30 κακειθεν εξελθοντες επορευοντο δια της γαλιλαιας και ουκ ηθελεν ινα τις γνοι

9:31 εδιδασκεν γαρ τους μαθητας αυτου και ελεγεν [αυτοις] οτι ο υιος του ανθρωπου παραδιδοται εις χειρας ανθρωπων και αποκτενουσιν αυτον και αποκτανθεις μετα τρεις ημερας αναστησεται

9:32 οι δε ηγνοουν το ρημα και εφοβουντο αυτον επερωτησαι

9:33 και ηλθον εις καφαρναουμ και εν τη οικια γενομενος επηρωτα αυτους τι εν τη οδω διελογιζεσθε

9:34 οι δε εσιωπων προς αλληλους γαρ διελεχθησαν εν τη οδω τις μειζων

9:35 και καθισας εφωνησεν τους δωδεκα και λεγει αυτοις ει τις θελει πρωτος ειναι εσται παντων εσχατος και παντων διακονος

9:36 και λαβων παιδιον εστησεν αυτο εν μεσω αυτων και εναγκαλισαμενος αυτο ειπεν αυτοις

9:37 ος αν [εν] των τοιουτων παιδιων δεξηται επι τω ονοματι μου εμε δεχεται και ος αν εμε δεχηται ουκ εμε δεχεται αλλα τον αποστειλαντα με

9:38 εφη αυτω ο ιωαννης διδασκαλε ειδομεν τινα εν τω ονοματι σου εκβαλλοντα δαιμονια και εκωλυομεν αυτον οτι ουκ ηκολουθει ημιν

9:39 ο δε ιησους ειπεν μη κωλυετε αυτον ουδεις γαρ εστιν ος ποιησει δυναμιν επι τω ονοματι μου και δυνησεται ταχυ κακολογησαι με

9:40 ος γαρ ουκ εστιν καθ ημων υπερ ημων εστιν

9:41 ος γαρ αν ποτιση υμας ποτηριον υδατος εν ονοματι οτι χριστου εστε αμην λεγω υμιν οτι ου μη απολεση τον μισθον αυτου

9:42 και ος αν σκανδαλιση ενα των μικρων τουτων των πιστευοντων καλον εστιν αυτω μαλλον ει περικειται μυλος ονικος περι τον τραχηλον αυτου και βεβληται εις την θαλασσαν

9:43 και εαν σκανδαλιση σε η χειρ σου αποκοψον αυτην καλον εστιν σε κυλλον εισελθειν εις την ζωην η τας δυο χειρας εχοντα απελθειν εις την γεενναν εις το πυρ το ασβεστον

9:44

9:45 και εαν ο πους σου σκανδαλιζη σε αποκοψον αυτον καλον εστιν σε εισελθειν εις την ζωην χωλον η τους δυο ποδας εχοντα βληθηναι εις την γεενναν

9:46

9:47 και εαν ο οφθαλμος σου σκανδαλιζη σε εκβαλε αυτον καλον σε εστιν μονοφθαλμον εισελθειν εις την βασιλειαν του θεου η δυο οφθαλμους εχοντα βληθηναι εις γεενναν

9:48 οπου ο σκωληξ αυτων ου τελευτα και το πυρ ου σβεννυται

9:49 πας γαρ πυρι αλισθησεται

9:50 καλον το αλας εαν δε το αλας αναλον γενηται εν τινι αυτο αρτυσετε εχετε εν εαυτοις αλα και ειρηνευετε εν αλληλοις

 

Created with FREE HTMLCompiler by BibleDatabase