Index: Greek Wescott-Hort NT UTF8

 

Mark 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

13:1 και εκπορευομενου αυτου εκ του ιερου λεγει αυτω εις των μαθητων αυτου διδασκαλε ιδε ποταποι λιθοι και ποταπαι οικοδομαι

13:2 και ο ιησους ειπεν αυτω βλεπεις ταυτας τας μεγαλας οικοδομας ου μη αφεθη ωδε λιθος επι λιθον ος ου μη καταλυθη

13:3 και καθημενου αυτου εις το ορος των ελαιων κατεναντι του ιερου επηρωτα αυτον κατ ιδιαν πετρος και ιακωβος και ιωαννης και ανδρεας

13:4 ειπον ημιν ποτε ταυτα εσται και τι το σημειον οταν μελλη ταυτα συντελεισθαι παντα

13:5 ο δε ιησους ηρξατο λεγειν αυτοις βλεπετε μη τις υμας πλανηση

13:6 πολλοι ελευσονται επι τω ονοματι μου λεγοντες οτι εγω ειμι και πολλους πλανησουσιν

13:7 οταν δε ακουσητε πολεμους και ακοας πολεμων μη θροεισθε δει γενεσθαι αλλ ουπω το τελος

13:8 εγερθησεται γαρ εθνος επ εθνος και βασιλεια επι βασιλειαν εσονται σεισμοι κατα τοπους εσονται λιμοι αρχη ωδινων ταυτα

13:9 βλεπετε δε υμεις εαυτους παραδωσουσιν υμας εις συνεδρια και εις συναγωγας δαρησεσθε και επι ηγεμονων και βασιλεων σταθησεσθε ενεκεν εμου εις μαρτυριον αυτοις

13:10 και εις παντα τα εθνη πρωτον δει κηρυχθηναι το ευαγγελιον

13:11 και οταν αγωσιν υμας παραδιδοντες μη προμεριμνατε τι λαλησητε αλλ ο εαν δοθη υμιν εν εκεινη τη ωρα τουτο λαλειτε ου γαρ εστε υμεις οι λαλουντες αλλα το πνευμα το αγιον

13:12 και παραδωσει αδελφος αδελφον εις θανατον και πατηρ τεκνον και επαναστησονται τεκνα επι γονεις και θανατωσουσιν αυτους

13:13 και εσεσθε μισουμενοι υπο παντων δια το ονομα μου ο δε υπομεινας εις τελος ουτος σωθησεται

13:14 οταν δε ιδητε το βδελυγμα της ερημωσεως εστηκοτα οπου ου δει ο αναγινωσκων νοειτω τοτε οι εν τη ιουδαια φευγετωσαν εις τα ορη

13:15 ο επι του δωματος μη καταβατω μηδε εισελθατω τι αραι εκ της οικιας αυτου

13:16 και ο εις τον αγρον μη επιστρεψατω εις τα οπισω αραι το ιματιον αυτου

13:17 ουαι δε ταις εν γαστρι εχουσαις και ταις θηλαζουσαις εν εκειναις ταις ημεραις

13:18 προσευχεσθε δε ινα μη γενηται χειμωνος

13:19 εσονται γαρ αι ημεραι εκειναι θλιψις οια ου γεγονεν τοιαυτη απ αρχης κτισεως ην εκτισεν ο θεος εως του νυν και ου μη γενηται

13:20 και ει μη εκολοβωσεν κυριος τας ημερας ουκ αν εσωθη πασα σαρξ αλλα δια τους εκλεκτους ους εξελεξατο εκολοβωσεν τας ημερας

13:21 και τοτε εαν τις υμιν ειπη ιδε ωδε ο χριστος ιδε εκει μη πιστευετε

13:22 εγερθησονται γαρ ψευδοχριστοι και ψευδοπροφηται και δωσουσιν σημεια και τερατα προς το αποπλαναν ει δυνατον τους εκλεκτους

13:23 υμεις δε βλεπετε προειρηκα υμιν παντα

13:24 αλλα εν εκειναις ταις ημεραις μετα την θλιψιν εκεινην ο ηλιος σκοτισθησεται και η σεληνη ου δωσει το φεγγος αυτης

13:25 και οι αστερες εσονται εκ του ουρανου πιπτοντες και αι δυναμεις αι εν τοις ουρανοις σαλευθησονται

13:26 και τοτε οψονται τον υιον του ανθρωπου ερχομενον εν νεφελαις μετα δυναμεως πολλης και δοξης

13:27 και τοτε αποστελει τους αγγελους και επισυναξει τους εκλεκτους [αυτου] εκ των τεσσαρων ανεμων απ ακρου γης εως ακρου ουρανου

13:28 απο δε της συκης μαθετε την παραβολην οταν ηδη ο κλαδος αυτης απαλος γενηται και εκφυη τα φυλλα γινωσκετε οτι εγγυς το θερος εστιν

13:29 ουτως και υμεις οταν ιδητε ταυτα γινομενα γινωσκετε οτι εγγυς εστιν επι θυραις

13:30 αμην λεγω υμιν οτι ου μη παρελθη η γενεα αυτη μεχρις ου ταυτα παντα γενηται

13:31 ο ουρανος και η γη παρελευσονται οι δε λογοι μου ου παρελευσονται

13:32 περι δε της ημερας εκεινης η της ωρας ουδεις οιδεν ουδε οι αγγελοι εν ουρανω ουδε ο υιος ει μη ο πατηρ

13:33 βλεπετε αγρυπνειτε ουκ οιδατε γαρ ποτε ο καιρος [εστιν]

13:34 ως ανθρωπος αποδημος αφεις την οικιαν αυτου και δους τοις δουλοις αυτου την εξουσιαν εκαστω το εργον αυτου και τω θυρωρω ενετειλατο ινα γρηγορη

13:35 γρηγορειτε ουν ουκ οιδατε γαρ ποτε ο κυριος της οικιας ερχεται η οψε η μεσονυκτιον η αλεκτοροφωνιας η πρωι

13:36 μη ελθων εξαιφνης ευρη υμας καθευδοντας

13:37 ο δε υμιν λεγω πασιν λεγω γρηγορειτε

 

Created with FREE HTMLCompiler by BibleDatabase