Index: Greek Wescott-Hort NT UTF8

 

Luke 12

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

12:1 εν οις επισυναχθεισων των μυριαδων του οχλου ωστε καταπατειν αλληλους ηρξατο λεγειν προς τους μαθητας αυτου πρωτον προσεχετε εαυτοις απο της ζυμης ητις εστιν υποκρισις των φαρισαιων

12:2 ουδεν δε συγκεκαλυμμενον εστιν ο ουκ αποκαλυφθησεται και κρυπτον ο ου γνωσθησεται

12:3 ανθ ων οσα εν τη σκοτια ειπατε εν τω φωτι ακουσθησεται και ο προς το ους ελαλησατε εν τοις ταμειοις κηρυχθησεται επι των δωματων

12:4 λεγω δε υμιν τοις φιλοις μου μη φοβηθητε απο των αποκτεινοντων το σωμα και μετα ταυτα μη εχοντων περισσοτερον τι ποιησαι

12:5 υποδειξω δε υμιν τινα φοβηθητε φοβηθητε τον μετα το αποκτειναι εχοντα εξουσιαν εμβαλειν εις την γεενναν ναι λεγω υμιν τουτον φοβηθητε

12:6 ουχι πεντε στρουθια πωλουνται ασσαριων δυο και εν εξ αυτων ουκ εστιν επιλελησμενον ενωπιον του θεου

12:7 αλλα και αι τριχες της κεφαλης υμων πασαι ηριθμηνται μη φοβεισθε πολλων στρουθιων διαφερετε

12:8 λεγω δε υμιν πας ος αν ομολογησει εν εμοι εμπροσθεν των ανθρωπων και ο υιος του ανθρωπου ομολογησει εν αυτω εμπροσθεν των αγγελων του θεου

12:9 ο δε αρνησαμενος με ενωπιον των ανθρωπων απαρνηθησεται ενωπιον των αγγελων του θεου

12:10 και πας ος ερει λογον εις τον υιον του ανθρωπου αφεθησεται αυτω τω δε εις το αγιον πνευμα βλασφημησαντι ουκ αφεθησεται

12:11 οταν δε εισφερωσιν υμας επι τας συναγωγας και τας αρχας και τας εξουσιας μη μεριμνησητε πως [η τι] απολογησησθε η τι ειπητε

12:12 το γαρ αγιον πνευμα διδαξει υμας εν αυτη τη ωρα α δει ειπειν

12:13 ειπεν δε τις εκ του οχλου αυτω διδασκαλε ειπε τω αδελφω μου μερισασθαι μετ εμου την κληρονομιαν

12:14 ο δε ειπεν αυτω ανθρωπε τις με κατεστησεν κριτην η μεριστην εφ υμας

12:15 ειπεν δε προς αυτους ορατε και φυλασσεσθε απο πασης πλεονεξιας οτι ουκ εν τω περισσευειν τινι η ζωη αυτου εστιν εκ των υπαρχοντων αυτω

12:16 ειπεν δε παραβολην προς αυτους λεγων ανθρωπου τινος πλουσιου ευφορησεν η χωρα

12:17 και διελογιζετο εν εαυτω λεγων τι ποιησω οτι ουκ εχω που συναξω τους καρπους μου

12:18 και ειπεν τουτο ποιησω καθελω μου τας αποθηκας και μειζονας οικοδομησω και συναξω εκει παντα τον σιτον και τα αγαθα μου

12:19 και ερω τη ψυχη μου ψυχη εχεις πολλα αγαθα [κειμενα εις ετη πολλα αναπαυου φαγε πιε] ευφραινου

12:20 ειπεν δε αυτω ο θεος αφρων ταυτη τη νυκτι την ψυχην σου αιτουσιν απο σου α δε ητοιμασας τινι εσται

12:21 [ουτως ο θησαυριζων εαυτω και μη εις θεον πλουτων]

12:22 ειπεν δε προς τους μαθητας [αυτου] δια τουτο λεγω υμιν μη μεριμνατε τη ψυχη τι φαγητε μηδε τω σωματι [υμων] τι ενδυσησθε

12:23 η γαρ ψυχη πλειον εστιν της τροφης και το σωμα του ενδυματος

12:24 κατανοησατε τους κορακας οτι ου σπειρουσιν ουδε θεριζουσιν οις ουκ εστιν ταμειον ουδε αποθηκη και ο θεος τρεφει αυτους ποσω μαλλον υμεις διαφερετε των πετεινων

12:25 τις δε εξ υμων μεριμνων δυναται επι την ηλικιαν αυτου προσθειναι πηχυν

12:26 ει ουν ουδε ελαχιστον δυνασθε τι περι των λοιπων μεριμνατε

12:27 κατανοησατε τα κρινα πως αυξανει ου κοπια ουδε νηθει λεγω δε υμιν ουδε σολομων εν παση τη δοξη αυτου περιεβαλετο ως εν τουτων

12:28 ει δε εν αγρω τον χορτον οντα σημερον και αυριον εις κλιβανον βαλλομενον ο θεος ουτως αμφιεζει ποσω μαλλον υμας ολιγοπιστοι

12:29 και υμεις μη ζητειτε τι φαγητε και τι πιητε και μη μετεωριζεσθε

12:30 ταυτα γαρ παντα τα εθνη του κοσμου επιζητουσιν υμων δε ο πατηρ οιδεν οτι χρηζετε τουτων

12:31 πλην ζητειτε την βασιλειαν αυτου και ταυτα προστεθησεται υμιν

12:32 μη φοβου το μικρον ποιμνιον οτι ευδοκησεν ο πατηρ υμων δουναι υμιν την βασιλειαν

12:33 πωλησατε τα υπαρχοντα υμων και δοτε ελεημοσυνην ποιησατε εαυτοις βαλλαντια μη παλαιουμενα θησαυρον ανεκλειπτον εν τοις ουρανοις οπου κλεπτης ουκ εγγιζει ουδε σης διαφθειρει

12:34 οπου γαρ εστιν ο θησαυρος υμων εκει και η καρδια υμων εσται

12:35 εστωσαν υμων αι οσφυες περιεζωσμεναι και οι λυχνοι καιομενοι

12:36 και υμεις ομοιοι ανθρωποις προσδεχομενοις τον κυριον εαυτων ποτε αναλυση εκ των γαμων ινα ελθοντος και κρουσαντος ευθεως ανοιξωσιν αυτω

12:37 μακαριοι οι δουλοι εκεινοι ους ελθων ο κυριος ευρησει γρηγορουντας αμην λεγω υμιν οτι περιζωσεται και ανακλινει αυτους και παρελθων διακονησει αυτοις

12:38 καν εν τη δευτερα καν εν τη τριτη φυλακη ελθη και ευρη ουτως μακαριοι εισιν εκεινοι

12:39 τουτο δε γινωσκετε οτι ει ηδει ο οικοδεσποτης ποια ωρα ο κλεπτης ερχεται εγρηγορησεν αν και ουκ αφηκεν διορυχθηναι τον οικον αυτου

12:40 και υμεις γινεσθε ετοιμοι οτι η ωρα ου δοκειτε ο υιος του ανθρωπου ερχεται

12:41 ειπεν δε ο πετρος κυριε προς ημας την παραβολην ταυτην λεγεις η και προς παντας

12:42 και ειπεν ο κυριος τις αρα εστιν ο πιστος οικονομος ο φρονιμος ον καταστησει ο κυριος επι της θεραπειας αυτου του διδοναι εν καιρω [το] σιτομετριον

12:43 μακαριος ο δουλος εκεινος ον ελθων ο κυριος αυτου ευρησει ποιουντα ουτως

12:44 αληθως λεγω υμιν οτι επι πασιν τοις υπαρχουσιν αυτου καταστησει αυτον

12:45 εαν δε ειπη ο δουλος εκεινος εν τη καρδια αυτου χρονιζει ο κυριος μου ερχεσθαι και αρξηται τυπτειν τους παιδας και τας παιδισκας εσθιειν τε και πινειν και μεθυσκεσθαι

12:46 ηξει ο κυριος του δουλου εκεινου εν ημερα η ου προσδοκα και εν ωρα η ου γινωσκει και διχοτομησει αυτον και το μερος αυτου μετα των απιστων θησει

12:47 εκεινος δε ο δουλος ο γνους το θελημα του κυριου αυτου και μη ετοιμασας η ποιησας προς το θελημα αυτου δαρησεται πολλας

12:48 ο δε μη γνους ποιησας δε αξια πληγων δαρησεται ολιγας παντι δε ω εδοθη πολυ πολυ ζητηθησεται παρ αυτου και ω παρεθεντο πολυ περισσοτερον αιτησουσιν αυτον

12:49 πυρ ηλθον βαλειν επι την γην και τι θελω ει ηδη ανηφθη

12:50 βαπτισμα δε εχω βαπτισθηναι και πως συνεχομαι εως οτου τελεσθη

12:51 δοκειτε οτι ειρηνην παρεγενομην δουναι εν τη γη ουχι λεγω υμιν αλλ η διαμερισμον

12:52 εσονται γαρ απο του νυν πεντε εν ενι οικω διαμεμερισμενοι τρεις επι δυσιν και δυο επι τρισιν

12:53 διαμερισθησονται πατηρ επι υιω και υιος επι πατρι μητηρ επι θυγατερα και θυγατηρ επι την μητερα πενθερα επι την νυμφην αυτης και νυμφη επι την πενθεραν

12:54 ελεγεν δε και τοις οχλοις οταν ιδητε νεφελην ανατελλουσαν επι δυσμων ευθεως λεγετε οτι ομβρος ερχεται και γινεται ουτως

12:55 και οταν νοτον πνεοντα λεγετε οτι καυσων εσται και γινεται

12:56 υποκριται το προσωπον της γης και του ουρανου οιδατε δοκιμαζειν τον καιρον δε τουτον πως ουκ οιδατε δοκιμαζειν

12:57 τι δε και αφ εαυτων ου κρινετε το δικαιον

12:58 ως γαρ υπαγεις μετα του αντιδικου σου επ αρχοντα εν τη οδω δος εργασιαν απηλλαχθαι [απ] αυτου μηποτε κατασυρη σε προς τον κριτην και ο κριτης σε παραδωσει τω πρακτορι και ο πρακτωρ σε βαλει εις φυλακην

12:59 λεγω σοι ου μη εξελθης εκειθεν εως και το εσχατον λεπτον αποδως

 

Created with FREE HTMLCompiler by BibleDatabase