Index: Greek Wescott-Hort NT UTF8

 

Luke 18

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

18:1 ελεγεν δε παραβολην αυτοις προς το δειν παντοτε προσευχεσθαι αυτους και μη εγκακειν

18:2 λεγων κριτης τις ην εν τινι πολει τον θεον μη φοβουμενος και ανθρωπον μη εντρεπομενος

18:3 χηρα δε ην εν τη πολει εκεινη και ηρχετο προς αυτον λεγουσα εκδικησον με απο του αντιδικου μου

18:4 και ουκ ηθελεν επι χρονον μετα ταυτα δε ειπεν εν εαυτω ει και τον θεον ου φοβουμαι ουδε ανθρωπον εντρεπομαι

18:5 δια γε το παρεχειν μοι κοπον την χηραν ταυτην εκδικησω αυτην ινα μη εις τελος ερχομενη υπωπιαζη με

18:6 ειπεν δε ο κυριος ακουσατε τι ο κριτης της αδικιας λεγει

18:7 ο δε θεος ου μη ποιηση την εκδικησιν των εκλεκτων αυτου των βοωντων αυτω ημερας και νυκτος και μακροθυμει επ αυτοις

18:8 λεγω υμιν οτι ποιησει την εκδικησιν αυτων εν ταχει πλην ο υιος του ανθρωπου ελθων αρα ευρησει την πιστιν επι της γης

18:9 ειπεν δε και προς τινας τους πεποιθοτας εφ εαυτοις οτι εισιν δικαιοι και εξουθενουντας τους λοιπους την παραβολην ταυτην

18:10 ανθρωποι δυο ανεβησαν εις το ιερον προσευξασθαι εις φαρισαιος και ο ετερος τελωνης

18:11 ο φαρισαιος σταθεις ταυτα προς εαυτον προσηυχετο ο θεος ευχαριστω σοι οτι ουκ ειμι ωσπερ οι λοιποι των ανθρωπων αρπαγες αδικοι μοιχοι η και ως ουτος ο τελωνης

18:12 νηστευω δις του σαββατου αποδεκατευω παντα οσα κτωμαι

18:13 ο δε τελωνης μακροθεν εστως ουκ ηθελεν ουδε τους οφθαλμους επαραι εις τον ουρανον αλλ ετυπτεν το στηθος εαυτου λεγων ο θεος ιλασθητι μοι τω αμαρτωλω

18:14 λεγω υμιν κατεβη ουτος δεδικαιωμενος εις τον οικον αυτου παρ εκεινον οτι πας ο υψων εαυτον ταπεινωθησεται ο δε ταπεινων εαυτον υψωθησεται

18:15 προσεφερον δε αυτω και τα βρεφη ινα αυτων απτηται ιδοντες δε οι μαθηται επετιμων αυτοις

18:16 ο δε ιησους προσεκαλεσατο [αυτα] λεγων αφετε τα παιδια ερχεσθαι προς με και μη κωλυετε αυτα των γαρ τοιουτων εστιν η βασιλεια του θεου

18:17 αμην λεγω υμιν ος αν μη δεξηται την βασιλειαν του θεου ως παιδιον ου μη εισελθη εις αυτην

18:18 και επηρωτησεν τις αυτον αρχων λεγων διδασκαλε αγαθε τι ποιησας ζωην αιωνιον κληρονομησω

18:19 ειπεν δε αυτω ο ιησους τι με λεγεις αγαθον ουδεις αγαθος ει μη εις [ο] θεος

18:20 τας εντολας οιδας μη μοιχευσης μη φονευσης μη κλεψης μη ψευδομαρτυρησης τιμα τον πατερα σου και την μητερα

18:21 ο δε ειπεν ταυτα παντα εφυλαξα εκ νεοτητος

18:22 ακουσας δε ο ιησους ειπεν αυτω ετι εν σοι λειπει παντα οσα εχεις πωλησον και διαδος πτωχοις και εξεις θησαυρον εν [τοις] ουρανοις και δευρο ακολουθει μοι

18:23 ο δε ακουσας ταυτα περιλυπος εγενηθη ην γαρ πλουσιος σφοδρα

18:24 ιδων δε αυτον [ο] ιησους ειπεν πως δυσκολως οι τα χρηματα εχοντες εις την βασιλειαν του θεου εισπορευονται

18:25 ευκοπωτερον γαρ εστιν καμηλον δια τρηματος βελονης εισελθειν η πλουσιον εις την βασιλειαν του θεου εισελθειν

18:26 ειπαν δε οι ακουσαντες και τις δυναται σωθηναι

18:27 ο δε ειπεν τα αδυνατα παρα ανθρωποις δυνατα παρα τω θεω εστιν

18:28 ειπεν δε ο πετρος ιδου ημεις αφεντες τα ιδια ηκολουθησαμεν σοι

18:29 ο δε ειπεν αυτοις αμην λεγω υμιν οτι ουδεις εστιν ος αφηκεν οικιαν η γυναικα η αδελφους η γονεις η τεκνα ενεκεν της βασιλειας του θεου

18:30 ος ουχι μη λαβη πολλαπλασιονα εν τω καιρω τουτω και εν τω αιωνι τω ερχομενω ζωην αιωνιον

18:31 παραλαβων δε τους δωδεκα ειπεν προς αυτους ιδου αναβαινομεν εις ιερουσαλημ και τελεσθησεται παντα τα γεγραμμενα δια των προφητων τω υιω του ανθρωπου

18:32 παραδοθησεται γαρ τοις εθνεσιν και εμπαιχθησεται και υβρισθησεται και εμπτυσθησεται

18:33 και μαστιγωσαντες αποκτενουσιν αυτον και τη ημερα τη τριτη αναστησεται

18:34 και αυτοι ουδεν τουτων συνηκαν και ην το ρημα τουτο κεκρυμμενον απ αυτων και ουκ εγινωσκον τα λεγομενα

18:35 εγενετο δε εν τω εγγιζειν αυτον εις ιεριχω τυφλος τις εκαθητο παρα την οδον επαιτων

18:36 ακουσας δε οχλου διαπορευομενου επυνθανετο τι ειη τουτο

18:37 απηγγειλαν δε αυτω οτι ιησους ο ναζωραιος παρερχεται

18:38 και εβοησεν λεγων ιησου υιε δαυιδ ελεησον με

18:39 και οι προαγοντες επετιμων αυτω ινα σιγηση αυτος δε πολλω μαλλον εκραζεν υιε δαυιδ ελεησον με

18:40 σταθεις δε ιησους εκελευσεν αυτον αχθηναι προς αυτον εγγισαντος δε αυτου επηρωτησεν αυτον

18:41 τι σοι θελεις ποιησω ο δε ειπεν κυριε ινα αναβλεψω

18:42 και ο ιησους ειπεν αυτω αναβλεψον η πιστις σου σεσωκεν σε

18:43 και παραχρημα ανεβλεψεν και ηκολουθει αυτω δοξαζων τον θεον και πας ο λαος ιδων εδωκεν αινον τω θεω

 

Created with FREE HTMLCompiler by BibleDatabase