Index: Greek Wescott-Hort NT UTF8

 

Luke 23

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24]

23:1 και ανασταν απαν το πληθος αυτων ηγαγον αυτον επι τον πιλατον

23:2 ηρξαντο δε κατηγορειν αυτου λεγοντες τουτον ευραμεν διαστρεφοντα το εθνος ημων και κωλυοντα φορους καισαρι διδοναι και λεγοντα εαυτον χριστον βασιλεα ειναι

23:3 ο δε πιλατος ηρωτησεν αυτον λεγων συ ει ο βασιλευς των ιουδαιων ο δε αποκριθεις αυτω εφη συ λεγεις

23:4 ο δε πιλατος ειπεν προς τους αρχιερεις και τους οχλους ουδεν ευρισκω αιτιον εν τω ανθρωπω τουτω

23:5 οι δε επισχυον λεγοντες οτι ανασειει τον λαον διδασκων καθ ολης της ιουδαιας και αρξαμενος απο της γαλιλαιας εως ωδε

23:6 πιλατος δε ακουσας επηρωτησεν ει [ο] ανθρωπος γαλιλαιος εστιν

23:7 και επιγνους οτι εκ της εξουσιας ηρωδου εστιν ανεπεμψεν αυτον προς ηρωδην οντα και αυτον εν ιεροσολυμοις εν ταυταις ταις ημεραις

23:8 ο δε ηρωδης ιδων τον ιησουν εχαρη λιαν ην γαρ εξ ικανων χρονων θελων ιδειν αυτον δια το ακουειν περι αυτου και ηλπιζεν τι σημειον ιδειν υπ αυτου γινομενον

23:9 επηρωτα δε αυτον εν λογοις ικανοις αυτος δε ουδεν απεκρινατο αυτω

23:10 ειστηκεισαν δε οι αρχιερεις και οι γραμματεις ευτονως κατηγορουντες αυτου

23:11 εξουθενησας δε αυτον ο ηρωδης συν τοις στρατευμασιν αυτου και εμπαιξας περιβαλων εσθητα λαμπραν ανεπεμψεν αυτον τω πιλατω

23:12 εγενοντο δε φιλοι ο τε ηρωδης και ο πιλατος εν αυτη τη ημερα μετ αλληλων προυπηρχον γαρ εν εχθρα οντες προς αυτους

23:13 πιλατος δε συγκαλεσαμενος τους αρχιερεις και τους αρχοντας και τον λαον

23:14 ειπεν προς αυτους προσηνεγκατε μοι τον ανθρωπον τουτον ως αποστρεφοντα τον λαον και ιδου εγω ενωπιον υμων ανακρινας ουθεν ευρον εν τω ανθρωπω τουτω αιτιον ων κατηγορειτε κατ αυτου

23:15 αλλ ουδε ηρωδης ανεπεμψεν γαρ αυτον προς ημας και ιδου ουδεν αξιον θανατου εστιν πεπραγμενον αυτω

23:16 παιδευσας ουν αυτον απολυσω

23:17

23:18 ανεκραγον δε παμπληθει λεγοντες αιρε τουτον απολυσον δε ημιν τον βαραββαν

23:19 οστις ην δια στασιν τινα γενομενην εν τη πολει και φονον βληθεις εν τη φυλακη

23:20 παλιν δε ο πιλατος προσεφωνησεν αυτοις θελων απολυσαι τον ιησουν

23:21 οι δε επεφωνουν λεγοντες σταυρου σταυρου αυτον

23:22 ο δε τριτον ειπεν προς αυτους τι γαρ κακον εποιησεν ουτος ουδεν αιτιον θανατου ευρον εν αυτω παιδευσας ουν αυτον απολυσω

23:23 οι δε επεκειντο φωναις μεγαλαις αιτουμενοι αυτον σταυρωθηναι και κατισχυον αι φωναι αυτων

23:24 και πιλατος επεκρινεν γενεσθαι το αιτημα αυτων

23:25 απελυσεν δε τον δια στασιν και φονον βεβλημενον εις φυλακην ον ητουντο τον δε ιησουν παρεδωκεν τω θεληματι αυτων

23:26 και ως απηγαγον αυτον επιλαβομενοι σιμωνα τινα κυρηναιον ερχομενον απ αγρου επεθηκαν αυτω τον σταυρον φερειν οπισθεν του ιησου

23:27 ηκολουθει δε αυτω πολυ πληθος του λαου και γυναικων αι εκοπτοντο και εθρηνουν αυτον

23:28 στραφεις δε προς αυτας ιησους ειπεν θυγατερες ιερουσαλημ μη κλαιετε επ εμε πλην εφ εαυτας κλαιετε και επι τα τεκνα υμων

23:29 οτι ιδου ερχονται ημεραι εν αις ερουσιν μακαριαι αι στειραι και αι κοιλιαι αι ουκ εγεννησαν και μαστοι οι ουκ εθρεψαν

23:30 τοτε αρξονται λεγειν τοις ορεσιν πεσετε εφ ημας και τοις βουνοις καλυψατε ημας

23:31 οτι ει εν υγρω ξυλω ταυτα ποιουσιν εν τω ξηρω τι γενηται

23:32 ηγοντο δε και ετεροι κακουργοι δυο συν αυτω αναιρεθηναι

23:33 και οτε ηλθον επι τον τοπον τον καλουμενον κρανιον εκει εσταυρωσαν αυτον και τους κακουργους ον μεν εκ δεξιων ον δε εξ αριστερων

23:34 [[ο δε ιησους ελεγεν πατερ αφες αυτοις ου γαρ οιδασιν τι ποιουσιν]] διαμεριζομενοι δε τα ιματια αυτου εβαλον κληρον

23:35 και ειστηκει ο λαος θεωρων εξεμυκτηριζον δε και οι αρχοντες λεγοντες αλλους εσωσεν σωσατω εαυτον ει ουτος εστιν ο χριστος του θεου ο εκλεκτος

23:36 ενεπαιξαν δε αυτω και οι στρατιωται προσερχομενοι οξος προσφεροντες αυτω

23:37 και λεγοντες ει συ ει ο βασιλευς των ιουδαιων σωσον σεαυτον

23:38 ην δε και επιγραφη επ αυτω ο βασιλευς των ιουδαιων ουτος

23:39 εις δε των κρεμασθεντων κακουργων εβλασφημει αυτον ουχι συ ει ο χριστος σωσον σεαυτον και ημας

23:40 αποκριθεις δε ο ετερος επιτιμων αυτω εφη ουδε φοβη συ τον θεον οτι εν τω αυτω κριματι ει

23:41 και ημεις μεν δικαιως αξια γαρ ων επραξαμεν απολαμβανομεν ουτος δε ουδεν ατοπον επραξεν

23:42 και ελεγεν ιησου μνησθητι μου οταν ελθης εις την βασιλειαν σου

23:43 και ειπεν αυτω αμην σοι λεγω σημερον μετ εμου εση εν τω παραδεισω

23:44 και ην ηδη ωσει ωρα εκτη και σκοτος εγενετο εφ ολην την γην εως ωρας ενατης

23:45 του ηλιου εκλειποντος εσχισθη δε το καταπετασμα του ναου μεσον

23:46 και φωνησας φωνη μεγαλη ο ιησους ειπεν πατερ εις χειρας σου παρατιθεμαι το πνευμα μου τουτο δε ειπων εξεπνευσεν

23:47 ιδων δε ο εκατονταρχης το γενομενον εδοξαζεν τον θεον λεγων οντως ο ανθρωπος ουτος δικαιος ην

23:48 και παντες οι συμπαραγενομενοι οχλοι επι την θεωριαν ταυτην θεωρησαντες τα γενομενα τυπτοντες τα στηθη υπεστρεφον

23:49 ειστηκεισαν δε παντες οι γνωστοι αυτω απο μακροθεν και γυναικες αι συνακολουθουσαι αυτω απο της γαλιλαιας ορωσαι ταυτα

23:50 και ιδου ανηρ ονοματι ιωσηφ βουλευτης υπαρχων ανηρ αγαθος και δικαιος

23:51 ουτος ουκ ην συγκατατεθειμενος τη βουλη και τη πραξει αυτων απο αριμαθαιας πολεως των ιουδαιων ος προσεδεχετο την βασιλειαν του θεου

23:52 ουτος προσελθων τω πιλατω ητησατο το σωμα του ιησου

23:53 και καθελων ενετυλιξεν αυτο σινδονι και εθηκεν αυτον εν μνηματι λαξευτω ου ουκ ην ουδεις ουπω κειμενος

23:54 και ημερα ην παρασκευης και σαββατον επεφωσκεν

23:55 κατακολουθησασαι δε αι γυναικες αιτινες ησαν συνεληλυθυιαι εκ της γαλιλαιας αυτω εθεασαντο το μνημειον και ως ετεθη το σωμα αυτου

23:56 υποστρεψασαι δε ητοιμασαν αρωματα και μυρα και το μεν σαββατον ησυχασαν κατα την εντολην

 

Created with FREE HTMLCompiler by BibleDatabase