Index: Greek Wescott-Hort NT UTF8

 

John 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21]

2:1 και τη ημερα τη τριτη γαμος εγενετο εν κανα της γαλιλαιας και ην η μητηρ του ιησου εκει

2:2 εκληθη δε και ο ιησους και οι μαθηται αυτου εις τον γαμον

2:3 και υστερησαντος οινου λεγει η μητηρ του ιησου προς αυτον οινον ουκ εχουσιν

2:4 και λεγει αυτη ο ιησους τι εμοι και σοι γυναι ουπω ηκει η ωρα μου

2:5 λεγει η μητηρ αυτου τοις διακονοις ο τι αν λεγη υμιν ποιησατε

2:6 ησαν δε εκει λιθιναι υδριαι εξ κατα τον καθαρισμον των ιουδαιων κειμεναι χωρουσαι ανα μετρητας δυο η τρεις

2:7 λεγει αυτοις ο ιησους γεμισατε τας υδριας υδατος και εγεμισαν αυτας εως ανω

2:8 και λεγει αυτοις αντλησατε νυν και φερετε τω αρχιτρικλινω οι δε ηνεγκαν

2:9 ως δε εγευσατο ο αρχιτρικλινος το υδωρ οινον γεγενημενον και ουκ ηδει ποθεν εστιν οι δε διακονοι ηδεισαν οι ηντληκοτες το υδωρ φωνει τον νυμφιον ο αρχιτρικλινος

2:10 και λεγει αυτω πας ανθρωπος πρωτον τον καλον οινον τιθησιν και οταν μεθυσθωσιν τον ελασσω συ τετηρηκας τον καλον οινον εως αρτι

2:11 ταυτην εποιησεν αρχην των σημειων ο ιησους εν κανα της γαλιλαιας και εφανερωσεν την δοξαν αυτου και επιστευσαν εις αυτον οι μαθηται αυτου

2:12 μετα τουτο κατεβη εις καφαρναουμ αυτος και η μητηρ αυτου και οι αδελφοι και οι μαθηται αυτου και εκει εμειναν ου πολλας ημερας

2:13 και εγγυς ην το πασχα των ιουδαιων και ανεβη εις ιεροσολυμα ο ιησους

2:14 και ευρεν εν τω ιερω τους πωλουντας βοας και προβατα και περιστερας και τους κερματιστας καθημενους

2:15 και ποιησας φραγελλιον εκ σχοινιων παντας εξεβαλεν εκ του ιερου τα τε προβατα και τους βοας και των κολλυβιστων εξεχεεν τα κερματα και τας τραπεζας ανετρεψεν

2:16 και τοις τας περιστερας πωλουσιν ειπεν αρατε ταυτα εντευθεν μη ποιειτε τον οικον του πατρος μου οικον εμποριου

2:17 εμνησθησαν οι μαθηται αυτου οτι γεγραμμενον εστιν ο ζηλος του οικου σου καταφαγεται με

2:18 απεκριθησαν ουν οι ιουδαιοι και ειπαν αυτω τι σημειον δεικνυεις ημιν οτι ταυτα ποιεις

2:19 απεκριθη ιησους και ειπεν αυτοις λυσατε τον ναον τουτον και [εν] τρισιν ημεραις εγερω αυτον

2:20 ειπαν ουν οι ιουδαιοι τεσσερακοντα και εξ ετεσιν οικοδομηθη ο ναος ουτος και συ εν τρισιν ημεραις εγερεις αυτον

2:21 εκεινος δε ελεγεν περι του ναου του σωματος αυτου

2:22 οτε ουν ηγερθη εκ νεκρων εμνησθησαν οι μαθηται αυτου οτι τουτο ελεγεν και επιστευσαν τη γραφη και τω λογω ον ειπεν ο ιησους

2:23 ως δε ην εν τοις ιεροσολυμοις εν τω πασχα εν τη εορτη πολλοι επιστευσαν εις το ονομα αυτου θεωρουντες αυτου τα σημεια α εποιει

2:24 αυτος δε ιησους ουκ επιστευεν αυτον αυτοις δια το αυτον γινωσκειν παντας

2:25 και οτι ου χρειαν ειχεν ινα τις μαρτυρηση περι του ανθρωπου αυτος γαρ εγινωσκεν τι ην εν τω ανθρωπω

 

Created with FREE HTMLCompiler by BibleDatabase