Index: Greek Wescott-Hort NT UTF8

 

John 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21]

7:1 και μετα ταυτα περιεπατει [ο] ιησους εν τη γαλιλαια ου γαρ ηθελεν εν τη ιουδαια περιπατειν οτι εζητουν αυτον οι ιουδαιοι αποκτειναι

7:2 ην δε εγγυς η εορτη των ιουδαιων η σκηνοπηγια

7:3 ειπον ουν προς αυτον οι αδελφοι αυτου μεταβηθι εντευθεν και υπαγε εις την ιουδαιαν ινα και οι μαθηται σου θεωρησουσιν [σου] τα εργα α ποιεις

7:4 ουδεις γαρ τι εν κρυπτω ποιει και ζητει αυτος εν παρρησια ειναι ει ταυτα ποιεις φανερωσον σεαυτον τω κοσμω

7:5 ουδε γαρ οι αδελφοι αυτου επιστευον εις αυτον

7:6 λεγει ουν αυτοις ο ιησους ο καιρος ο εμος ουπω παρεστιν ο δε καιρος ο υμετερος παντοτε εστιν ετοιμος

7:7 ου δυναται ο κοσμος μισειν υμας εμε δε μισει οτι εγω μαρτυρω περι αυτου οτι τα εργα αυτου πονηρα εστιν

7:8 υμεις αναβητε εις την εορτην εγω ουπω αναβαινω εις την εορτην ταυτην οτι ο εμος καιρος ουπω πεπληρωται

7:9 ταυτα δε ειπων αυτοις εμεινεν εν τη γαλιλαια

7:10 ως δε ανεβησαν οι αδελφοι αυτου εις την εορτην τοτε και αυτος ανεβη ου φανερως αλλα ως εν κρυπτω

7:11 οι ουν ιουδαιοι εζητουν αυτον εν τη εορτη και ελεγον που εστιν εκεινος

7:12 και γογγυσμος περι αυτου ην πολυς εν τοις οχλοις οι μεν ελεγον οτι αγαθος εστιν αλλοι [δε] ελεγον ου αλλα πλανα τον οχλον

7:13 ουδεις μεντοι παρρησια ελαλει περι αυτου δια τον φοβον των ιουδαιων

7:14 ηδη δε της εορτης μεσουσης ανεβη ιησους εις το ιερον και εδιδασκεν

7:15 εθαυμαζον ουν οι ιουδαιοι λεγοντες πως ουτος γραμματα οιδεν μη μεμαθηκως

7:16 απεκριθη ουν αυτοις ιησους και ειπεν η εμη διδαχη ουκ εστιν εμη αλλα του πεμψαντος με

7:17 εαν τις θελη το θελημα αυτου ποιειν γνωσεται περι της διδαχης ποτερον εκ του θεου εστιν η εγω απ εμαυτου λαλω

7:18 ο αφ εαυτου λαλων την δοξαν την ιδιαν ζητει ο δε ζητων την δοξαν του πεμψαντος αυτον ουτος αληθης εστιν και αδικια εν αυτω ουκ εστιν

7:19 ου μωυσης εδωκεν υμιν τον νομον και ουδεις εξ υμων ποιει τον νομον τι με ζητειτε αποκτειναι

7:20 απεκριθη ο οχλος δαιμονιον εχεις τις σε ζητει αποκτειναι

7:21 απεκριθη ιησους και ειπεν αυτοις εν εργον εποιησα και παντες θαυμαζετε

7:22 δια τουτο μωυσης δεδωκεν υμιν την περιτομην ουχ οτι εκ του μωυσεως εστιν αλλ εκ των πατερων και [εν] σαββατω περιτεμνετε ανθρωπον

7:23 ει περιτομην λαμβανει [ο] ανθρωπος εν σαββατω ινα μη λυθη ο νομος μωυσεως εμοι χολατε οτι ολον ανθρωπον υγιη εποιησα εν σαββατω

7:24 μη κρινετε κατ οψιν αλλα την δικαιαν κρισιν κρινετε

7:25 ελεγον ουν τινες εκ των ιεροσολυμιτων ουχ ουτος εστιν ον ζητουσιν αποκτειναι

7:26 και ιδε παρρησια λαλει και ουδεν αυτω λεγουσιν μηποτε αληθως εγνωσαν οι αρχοντες οτι ουτος εστιν ο χριστος

7:27 αλλα τουτον οιδαμεν ποθεν εστιν ο δε χριστος οταν ερχηται ουδεις γινωσκει ποθεν εστιν

7:28 εκραξεν ουν εν τω ιερω διδασκων [ο] ιησους και λεγων καμε οιδατε και οιδατε ποθεν ειμι και απ εμαυτου ουκ εληλυθα αλλ εστιν αληθινος ο πεμψας με ον υμεις ουκ οιδατε

7:29 εγω οιδα αυτον οτι παρ αυτου ειμι κακεινος με απεστειλεν

7:30 εζητουν ουν αυτον πιασαι και ουδεις επεβαλεν επ αυτον την χειρα οτι ουπω εληλυθει η ωρα αυτου

7:31 εκ του οχλου δε πολλοι επιστευσαν εις αυτον και ελεγον ο χριστος οταν ελθη μη πλειονα σημεια ποιησει ων ουτος εποιησεν

7:32 ηκουσαν οι φαρισαιοι του οχλου γογγυζοντος περι αυτου ταυτα και απεστειλαν οι αρχιερεις και οι φαρισαιοι υπηρετας ινα πιασωσιν αυτον

7:33 ειπεν ουν ο ιησους ετι χρονον μικρον μεθ υμων ειμι και υπαγω προς τον πεμψαντα με

7:34 ζητησετε με και ουχ ευρησετε με και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν

7:35 ειπον ουν οι ιουδαιοι προς εαυτους που ουτος μελλει πορευεσθαι οτι ημεις ουχ ευρησομεν αυτον μη εις την διασποραν των ελληνων μελλει πορευεσθαι και διδασκειν τους ελληνας

7:36 τις εστιν ο λογος ουτος ον ειπεν ζητησετε με και ουχ ευρησετε με και οπου ειμι εγω υμεις ου δυνασθε ελθειν

7:37 εν δε τη εσχατη ημερα τη μεγαλη της εορτης ειστηκει ο ιησους και εκραξεν λεγων εαν τις διψα ερχεσθω προς με και πινετω

7:38 ο πιστευων εις εμε καθως ειπεν η γραφη ποταμοι εκ της κοιλιας αυτου ρευσουσιν υδατος ζωντος

7:39 τουτο δε ειπεν περι του πνευματος ου εμελλον λαμβανειν οι πιστευσαντες εις αυτον ουπω γαρ ην πνευμα οτι ιησους ουπω εδοξασθη

7:40 εκ του οχλου ουν ακουσαντες των λογων τουτων ελεγον [οτι] ουτος εστιν αληθως ο προφητης

7:41 αλλοι ελεγον ουτος εστιν ο χριστος οι δε ελεγον μη γαρ εκ της γαλιλαιας ο χριστος ερχεται

7:42 ουχ η γραφη ειπεν οτι εκ του σπερματος δαυιδ και απο βηθλεεμ της κωμης οπου ην δαυιδ ερχεται ο χριστος

7:43 σχισμα ουν εγενετο εν τω οχλω δι αυτον

7:44 τινες δε ηθελον εξ αυτων πιασαι αυτον αλλ ουδεις εβαλεν επ αυτον τας χειρας

7:45 ηλθον ουν οι υπηρεται προς τους αρχιερεις και φαρισαιους και ειπον αυτοις εκεινοι δια τι ουκ ηγαγετε αυτον

7:46 απεκριθησαν οι υπηρεται ουδεποτε ελαλησεν ουτως ανθρωπος

7:47 απεκριθησαν ουν [αυτοις] οι φαρισαιοι μη και υμεις πεπλανησθε

7:48 μη τις εκ των αρχοντων επιστευσεν εις αυτον η εκ των φαρισαιων

7:49 αλλα ο οχλος ουτος ο μη γινωσκων τον νομον επαρατοι εισιν

7:50 λεγει νικοδημος προς αυτους ο ελθων προς αυτον προτερον εις ων εξ αυτων

7:51 μη ο νομος ημων κρινει τον ανθρωπον εαν μη ακουση πρωτον παρ αυτου και γνω τι ποιει

7:52 απεκριθησαν και ειπαν αυτω μη και συ εκ της γαλιλαιας ει εραυνησον και ιδε οτι εκ της γαλιλαιας προφητης ουκ εγειρεται

7:53 [[και επορευθησαν εκαστος εις τον οικον αυτου

 

Created with FREE HTMLCompiler by BibleDatabase