Index: Greek Wescott-Hort NT UTF8

 

John 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21]

9:1 και παραγων ειδεν ανθρωπον τυφλον εκ γενετης

9:2 και ηρωτησαν αυτον οι μαθηται αυτου λεγοντες ραββι τις ημαρτεν ουτος η οι γονεις αυτου ινα τυφλος γεννηθη

9:3 απεκριθη ιησους ουτε ουτος ημαρτεν ουτε οι γονεις αυτου αλλ ινα φανερωθη τα εργα του θεου εν αυτω

9:4 ημας δει εργαζεσθαι τα εργα του πεμψαντος με εως ημερα εστιν ερχεται νυξ οτε ουδεις δυναται εργαζεσθαι

9:5 οταν εν τω κοσμω ω φως ειμι του κοσμου

9:6 ταυτα ειπων επτυσεν χαμαι και εποιησεν πηλον εκ του πτυσματος και επεθηκεν αυτου τον πηλον επι τους οφθαλμους

9:7 και ειπεν αυτω υπαγε νιψαι εις την κολυμβηθραν του σιλωαμ ο ερμηνευεται απεσταλμενος απηλθεν ουν και ενιψατο και ηλθεν βλεπων

9:8 οι ουν γειτονες και οι θεωρουντες αυτον το προτερον οτι προσαιτης ην ελεγον ουχ ουτος εστιν ο καθημενος και προσαιτων

9:9 αλλοι ελεγον οτι ουτος εστιν αλλοι ελεγον ουχι αλλα ομοιος αυτω εστιν εκεινος ελεγεν οτι εγω ειμι

9:10 ελεγον ουν αυτω πως [ουν] ηνεωχθησαν σου οι οφθαλμοι

9:11 απεκριθη εκεινος ο ανθρωπος ο λεγομενος ιησους πηλον εποιησεν και επεχρισεν μου τους οφθαλμους και ειπεν μοι οτι υπαγε εις τον σιλωαμ και νιψαι απελθων ουν και νιψαμενος ανεβλεψα

9:12 και ειπαν αυτω που εστιν εκεινος λεγει ουκ οιδα

9:13 αγουσιν αυτον προς τους φαρισαιους τον ποτε τυφλον

9:14 ην δε σαββατον εν η ημερα τον πηλον εποιησεν ο ιησους και ανεωξεν αυτου τους οφθαλμους

9:15 παλιν ουν ηρωτων αυτον και οι φαρισαιοι πως ανεβλεψεν ο δε ειπεν αυτοις πηλον επεθηκεν μου επι τους οφθαλμους και ενιψαμην και βλεπω

9:16 ελεγον ουν εκ των φαρισαιων τινες ουκ εστιν ουτος παρα θεου ο ανθρωπος οτι το σαββατον ου τηρει αλλοι [δε] ελεγον πως δυναται ανθρωπος αμαρτωλος τοιαυτα σημεια ποιειν και σχισμα ην εν αυτοις

9:17 λεγουσιν ουν τω τυφλω παλιν τι συ λεγεις περι αυτου οτι ηνεωξεν σου τους οφθαλμους ο δε ειπεν οτι προφητης εστιν

9:18 ουκ επιστευσαν ουν οι ιουδαιοι περι αυτου οτι ην τυφλος και ανεβλεψεν εως οτου εφωνησαν τους γονεις αυτου του αναβλεψαντος

9:19 και ηρωτησαν αυτους λεγοντες ουτος εστιν ο υιος υμων ον υμεις λεγετε οτι τυφλος εγεννηθη πως ουν βλεπει αρτι

9:20 απεκριθησαν ουν οι γονεις αυτου και ειπαν οιδαμεν οτι ουτος εστιν ο υιος ημων και οτι τυφλος εγεννηθη

9:21 πως δε νυν βλεπει ουκ οιδαμεν η τις ηνοιξεν αυτου τους οφθαλμους ημεις ουκ οιδαμεν αυτον ερωτησατε ηλικιαν εχει αυτος περι εαυτου λαλησει

9:22 ταυτα ειπαν οι γονεις αυτου οτι εφοβουντο τους ιουδαιους ηδη γαρ συνετεθειντο οι ιουδαιοι ινα εαν τις αυτον ομολογηση χριστον αποσυναγωγος γενηται

9:23 δια τουτο οι γονεις αυτου ειπαν οτι ηλικιαν εχει αυτον επερωτησατε

9:24 εφωνησαν ουν τον ανθρωπον εκ δευτερου ος ην τυφλος και ειπαν αυτω δος δοξαν τω θεω ημεις οιδαμεν οτι ουτος ο ανθρωπος αμαρτωλος εστιν

9:25 απεκριθη ουν εκεινος ει αμαρτωλος εστιν ουκ οιδα εν οιδα οτι τυφλος ων αρτι βλεπω

9:26 ειπον ουν αυτω τι εποιησεν σοι πως ηνοιξεν σου τους οφθαλμους

9:27 απεκριθη αυτοις ειπον υμιν ηδη και ουκ ηκουσατε τι παλιν θελετε ακουειν μη και υμεις θελετε αυτου μαθηται γενεσθαι

9:28 και ελοιδορησαν αυτον και ειπον συ μαθητης ει εκεινου ημεις δε του μωυσεως εσμεν μαθηται

9:29 ημεις οιδαμεν οτι μωυσει λελαληκεν ο θεος τουτον δε ουκ οιδαμεν ποθεν εστιν

9:30 απεκριθη ο ανθρωπος και ειπεν αυτοις εν τουτω γαρ το θαυμαστον εστιν οτι υμεις ουκ οιδατε ποθεν εστιν και ηνοιξεν μου τους οφθαλμους

9:31 οιδαμεν οτι ο θεος αμαρτωλων ουκ ακουει αλλ εαν τις θεοσεβης η και το θελημα αυτου ποιη τουτου ακουει

9:32 εκ του αιωνος ουκ ηκουσθη οτι ηνεωξεν τις οφθαλμους τυφλου γεγεννημενου

9:33 ει μη ην ουτος παρα θεου ουκ ηδυνατο ποιειν ουδεν

9:34 απεκριθησαν και ειπαν αυτω εν αμαρτιαις συ εγεννηθης ολος και συ διδασκεις ημας και εξεβαλον αυτον εξω

9:35 ηκουσεν ιησους οτι εξεβαλον αυτον εξω και ευρων αυτον ειπεν συ πιστευεις εις τον υιον του ανθρωπου

9:36 απεκριθη εκεινος [και ειπεν] και τις εστιν κυριε ινα πιστευσω εις αυτον

9:37 ειπεν αυτω ο ιησους και εωρακας αυτον και ο λαλων μετα σου εκεινος εστιν

9:38 ο δε εφη πιστευω κυριε και προσεκυνησεν αυτω

9:39 και ειπεν ο ιησους εις κριμα εγω εις τον κοσμον τουτον ηλθον ινα οι μη βλεποντες βλεπωσιν και οι βλεποντες τυφλοι γενωνται

9:40 ηκουσαν εκ των φαρισαιων ταυτα οι μετ αυτου οντες και ειπον αυτω μη και ημεις τυφλοι εσμεν

9:41 ειπεν αυτοις [ο] ιησους ει τυφλοι ητε ουκ αν ειχετε αμαρτιαν νυν δε λεγετε οτι βλεπομεν η αμαρτια υμων μενει

 

Created with FREE HTMLCompiler by BibleDatabase