Index: Greek Wescott-Hort NT UTF8

 

John 14

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21]

14:1 μη ταρασσεσθω υμων η καρδια πιστευετε εις τον θεον και εις εμε πιστευετε

14:2 εν τη οικια του πατρος μου μοναι πολλαι εισιν ει δε μη ειπον αν υμιν οτι πορευομαι ετοιμασαι τοπον υμιν

14:3 και εαν πορευθω και ετοιμασω τοπον υμιν παλιν ερχομαι και παραλημψομαι υμας προς εμαυτον ινα οπου ειμι εγω και υμεις ητε

14:4 και οπου εγω υπαγω οιδατε την οδον

14:5 λεγει αυτω θωμας κυριε ουκ οιδαμεν που υπαγεις πως οιδαμεν την οδον

14:6 λεγει αυτω ιησους εγω ειμι η οδος και η αληθεια και η ζωη ουδεις ερχεται προς τον πατερα ει μη δι εμου

14:7 ει εγνωκειτε με και τον πατερα μου αν ηδειτε απ αρτι γινωσκετε αυτον και εωρακατε

14:8 λεγει αυτω φιλιππος κυριε δειξον ημιν τον πατερα και αρκει ημιν

14:9 λεγει αυτω [ο] ιησους τοσουτον χρονον μεθ υμων ειμι και ουκ εγνωκας με φιλιππε ο εωρακως εμε εωρακεν τον πατερα πως συ λεγεις δειξον ημιν τον πατερα

14:10 ου πιστευεις οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι εστιν τα ρηματα α εγω λεγω υμιν απ εμαυτου ου λαλω ο δε πατηρ εν εμοι μενων ποιει τα εργα αυτου

14:11 πιστευετε μοι οτι εγω εν τω πατρι και ο πατηρ εν εμοι ει δε μη δια τα εργα αυτα πιστευετε

14:12 αμην αμην λεγω υμιν ο πιστευων εις εμε τα εργα α εγω ποιω κακεινος ποιησει και μειζονα τουτων ποιησει οτι εγω προς τον πατερα πορευομαι

14:13 και ο τι αν αιτησητε εν τω ονοματι μου τουτο ποιησω ινα δοξασθη ο πατηρ εν τω υιω

14:14 εαν τι αιτησητε [με] εν τω ονοματι μου τουτο ποιησω

14:15 εαν αγαπατε με τας εντολας τας εμας τηρησετε

14:16 καγω ερωτησω τον πατερα και αλλον παρακλητον δωσει υμιν ινα η μεθ υμων εις τον αιωνα

14:17 το πνευμα της αληθειας ο ο κοσμος ου δυναται λαβειν οτι ου θεωρει αυτο ουδε γινωσκει υμεις γινωσκετε αυτο οτι παρ υμιν μενει και εν υμιν εστιν

14:18 ουκ αφησω υμας ορφανους ερχομαι προς υμας

14:19 ετι μικρον και ο κοσμος με ουκετι θεωρει υμεις δε θεωρειτε με οτι εγω ζω και υμεις ζησετε

14:20 εν εκεινη τη ημερα υμεις γνωσεσθε οτι εγω εν τω πατρι μου και υμεις εν εμοι καγω εν υμιν

14:21 ο εχων τας εντολας μου και τηρων αυτας εκεινος εστιν ο αγαπων με ο δε αγαπων με αγαπηθησεται υπο του πατρος μου καγω αγαπησω αυτον και εμφανισω αυτω εμαυτον

14:22 λεγει αυτω ιουδας ουχ ο ισκαριωτης κυριε τι γεγονεν οτι ημιν μελλεις εμφανιζειν σεαυτον και ουχι τω κοσμω

14:23 απεκριθη ιησους και ειπεν αυτω εαν τις αγαπα με τον λογον μου τηρησει και ο πατηρ μου αγαπησει αυτον και προς αυτον ελευσομεθα και μονην παρ αυτω ποιησομεθα

14:24 ο μη αγαπων με τους λογους μου ου τηρει και ο λογος ον ακουετε ουκ εστιν εμος αλλα του πεμψαντος με πατρος

14:25 ταυτα λελαληκα υμιν παρ υμιν μενων

14:26 ο δε παρακλητος το πνευμα το αγιον ο πεμψει ο πατηρ εν τω ονοματι μου εκεινος υμας διδαξει παντα και υπομνησει υμας παντα α ειπον υμιν εγω

14:27 ειρηνην αφιημι υμιν ειρηνην την εμην διδωμι υμιν ου καθως ο κοσμος διδωσιν εγω διδωμι υμιν μη ταρασσεσθω υμων η καρδια μηδε δειλιατω

14:28 ηκουσατε οτι εγω ειπον υμιν υπαγω και ερχομαι προς υμας ει ηγαπατε με εχαρητε αν οτι πορευομαι προς τον πατερα οτι ο πατηρ μειζων μου εστιν

14:29 και νυν ειρηκα υμιν πριν γενεσθαι ινα οταν γενηται πιστευσητε

14:30 ουκετι πολλα λαλησω μεθ υμων ερχεται γαρ ο του κοσμου αρχων και εν εμοι ουκ εχει ουδεν

14:31 αλλ ινα γνω ο κοσμος οτι αγαπω τον πατερα και καθως εντολην εδωκεν μοι ο πατηρ ουτως ποιω εγειρεσθε αγωμεν εντευθεν

 

Created with FREE HTMLCompiler by BibleDatabase