Index: Greek Wescott-Hort NT UTF8

 

John 17

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21]

17:1 ταυτα ελαλησεν ιησους και επαρας τους οφθαλμους αυτου εις τον ουρανον ειπεν πατερ εληλυθεν η ωρα δοξασον σου τον υιον ινα ο υιος δοξαση σε

17:2 καθως εδωκας αυτω εξουσιαν πασης σαρκος ινα παν ο δεδωκας αυτω δωσει αυτοις ζωην αιωνιον

17:3 αυτη δε εστιν η αιωνιος ζωη ινα γινωσκωσιν σε τον μονον αληθινον θεον και ον απεστειλας ιησουν χριστον

17:4 εγω σε εδοξασα επι της γης το εργον τελειωσας ο δεδωκας μοι ινα ποιησω

17:5 και νυν δοξασον με συ πατερ παρα σεαυτω τη δοξη η ειχον προ του τον κοσμον ειναι παρα σοι

17:6 εφανερωσα σου το ονομα τοις ανθρωποις ους εδωκας μοι εκ του κοσμου σοι ησαν καμοι αυτους εδωκας και τον λογον σου τετηρηκαν

17:7 νυν εγνωκαν οτι παντα οσα εδωκας μοι παρα σου εισιν

17:8 οτι τα ρηματα α εδωκας μοι δεδωκα αυτοις και αυτοι ελαβον και εγνωσαν αληθως οτι παρα σου εξηλθον και επιστευσαν οτι συ με απεστειλας

17:9 εγω περι αυτων ερωτω ου περι του κοσμου ερωτω αλλα περι ων δεδωκας μοι οτι σοι εισιν

17:10 και τα εμα παντα σα εστιν και τα σα εμα και δεδοξασμαι εν αυτοις

17:11 και ουκετι ειμι εν τω κοσμω και αυτοι εν τω κοσμω εισιν καγω προς σε ερχομαι πατερ αγιε τηρησον αυτους εν τω ονοματι σου ω δεδωκας μοι ινα ωσιν εν καθως ημεις

17:12 οτε ημην μετ αυτων εγω ετηρουν αυτους εν τω ονοματι σου ω δεδωκας μοι και εφυλαξα και ουδεις εξ αυτων απωλετο ει μη ο υιος της απωλειας ινα η γραφη πληρωθη

17:13 νυν δε προς σε ερχομαι και ταυτα λαλω εν τω κοσμω ινα εχωσιν την χαραν την εμην πεπληρωμενην εν εαυτοις

17:14 εγω δεδωκα αυτοις τον λογον σου και ο κοσμος εμισησεν αυτους οτι ουκ εισιν εκ του κοσμου καθως εγω ουκ ειμι εκ του κοσμου

17:15 ουκ ερωτω ινα αρης αυτους εκ του κοσμου αλλ ινα τηρησης αυτους εκ του πονηρου

17:16 εκ του κοσμου ουκ εισιν καθως εγω ουκ ειμι εκ του κοσμου

17:17 αγιασον αυτους εν τη αληθεια ο λογος ο σος αληθεια εστιν

17:18 καθως εμε απεστειλας εις τον κοσμον καγω απεστειλα αυτους εις τον κοσμον

17:19 και υπερ αυτων [εγω] αγιαζω εμαυτον ινα ωσιν και αυτοι ηγιασμενοι εν αληθεια

17:20 ου περι τουτων δε ερωτω μονον αλλα και περι των πιστευοντων δια του λογου αυτων εις εμε

17:21 ινα παντες εν ωσιν καθως συ πατηρ εν εμοι καγω εν σοι ινα και αυτοι εν ημιν ωσιν ινα ο κοσμος πιστευη οτι συ με απεστειλας

17:22 καγω την δοξαν ην δεδωκας μοι δεδωκα αυτοις ινα ωσιν εν καθως ημεις εν

17:23 εγω εν αυτοις και συ εν εμοι ινα ωσιν τετελειωμενοι εις εν ινα γινωσκη ο κοσμος οτι συ με απεστειλας και ηγαπησας αυτους καθως εμε ηγαπησας

17:24 πατηρ ο δεδωκας μοι θελω ινα οπου ειμι εγω κακεινοι ωσιν μετ εμου ινα θεωρωσιν την δοξαν την εμην ην δεδωκας μοι οτι ηγαπησας με προ καταβολης κοσμου

17:25 πατηρ δικαιε και ο κοσμος σε ουκ εγνω εγω δε σε εγνων και ουτοι εγνωσαν οτι συ με απεστειλας

17:26 και εγνωρισα αυτοις το ονομα σου και γνωρισω ινα η αγαπη ην ηγαπησας με εν αυτοις η καγω εν αυτοις

 

Created with FREE HTMLCompiler by BibleDatabase