Index: Greek Wescott-Hort NT UTF8

 

John 18

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21]

18:1 ταυτα ειπων ιησους εξηλθεν συν τοις μαθηταις αυτου περαν του χειμαρρου των κεδρων οπου ην κηπος εις ον εισηλθεν αυτος και οι μαθηται αυτου

18:2 ηδει δε και ιουδας ο παραδιδους αυτον τον τοπον οτι πολλακις συνηχθη ιησους εκει μετα των μαθητων αυτου

18:3 ο ουν ιουδας λαβων την σπειραν και εκ των αρχιερεων και [εκ] των φαρισαιων υπηρετας ερχεται εκει μετα φανων και λαμπαδων και οπλων

18:4 ιησους ουν ειδως παντα τα ερχομενα επ αυτον εξηλθεν και λεγει αυτοις τινα ζητειτε

18:5 απεκριθησαν αυτω ιησουν τον ναζωραιον λεγει αυτοις εγω ειμι ειστηκει δε και ιουδας ο παραδιδους αυτον μετ αυτων

18:6 ως ουν ειπεν αυτοις εγω ειμι απηλθον εις τα οπισω και επεσαν χαμαι

18:7 παλιν ουν επηρωτησεν αυτους τινα ζητειτε οι δε ειπαν ιησουν τον ναζωραιον

18:8 απεκριθη ιησους ειπον υμιν οτι εγω ειμι ει ουν εμε ζητειτε αφετε τουτους υπαγειν

18:9 ινα πληρωθη ο λογος ον ειπεν οτι ους δεδωκας μοι ουκ απωλεσα εξ αυτων ουδενα

18:10 σιμων ουν πετρος εχων μαχαιραν ειλκυσεν αυτην και επαισεν τον του αρχιερεως δουλον και απεκοψεν αυτου το ωταριον το δεξιον ην δε ονομα τω δουλω μαλχος

18:11 ειπεν ουν ο ιησους τω πετρω βαλε την μαχαιραν εις την θηκην το ποτηριον ο δεδωκεν μοι ο πατηρ ου μη πιω αυτο

18:12 η ουν σπειρα και ο χιλιαρχος και οι υπηρεται των ιουδαιων συνελαβον τον ιησουν και εδησαν αυτον

18:13 και ηγαγον προς ανναν πρωτον ην γαρ πενθερος του καιαφα ος ην αρχιερευς του ενιαυτου εκεινου

18:14 ην δε καιαφας ο συμβουλευσας τοις ιουδαιοις οτι συμφερει ενα ανθρωπον αποθανειν υπερ του λαου

18:15 ηκολουθει δε τω ιησου σιμων πετρος και αλλος μαθητης ο δε μαθητης εκεινος ην γνωστος τω αρχιερει και συνεισηλθεν τω ιησου εις την αυλην του αρχιερεως

18:16 ο δε πετρος ειστηκει προς τη θυρα εξω εξηλθεν ουν ο μαθητης ο αλλος ο γνωστος του αρχιερεως και ειπεν τη θυρωρω και εισηγαγεν τον πετρον

18:17 λεγει ουν τω πετρω η παιδισκη η θυρωρος μη και συ εκ των μαθητων ει του ανθρωπου τουτου λεγει εκεινος ουκ ειμι

18:18 ειστηκεισαν δε οι δουλοι και οι υπηρεται ανθρακιαν πεποιηκοτες οτι ψυχος ην και εθερμαινοντο ην δε και ο πετρος μετ αυτων εστως και θερμαινομενος

18:19 ο ουν αρχιερευς ηρωτησεν τον ιησουν περι των μαθητων αυτου και περι της διδαχης αυτου

18:20 απεκριθη αυτω ιησους εγω παρρησια λελαληκα τω κοσμω εγω παντοτε εδιδαξα εν συναγωγη και εν τω ιερω οπου παντες οι ιουδαιοι συνερχονται και εν κρυπτω ελαλησα ουδεν

18:21 τι με ερωτας ερωτησον τους ακηκοοτας τι ελαλησα αυτοις ιδε ουτοι οιδασιν α ειπον εγω

18:22 ταυτα δε αυτου ειποντος εις παρεστηκως των υπηρετων εδωκεν ραπισμα τω ιησου ειπων ουτως αποκρινη τω αρχιερει

18:23 απεκριθη αυτω ιησους ει κακως ελαλησα μαρτυρησον περι του κακου ει δε καλως τι με δερεις

18:24 απεστειλεν ουν αυτον ο αννας δεδεμενον προς καιαφαν τον αρχιερεα

18:25 ην δε σιμων πετρος εστως και θερμαινομενος ειπον ουν αυτω μη και συ εκ των μαθητων αυτου ει ηρνησατο εκεινος και ειπεν ουκ ειμι

18:26 λεγει εις εκ των δουλων του αρχιερεως συγγενης ων ου απεκοψεν πετρος το ωτιον ουκ εγω σε ειδον εν τω κηπω μετ αυτου

18:27 παλιν ουν ηρνησατο πετρος και ευθεως αλεκτωρ εφωνησεν

18:28 αγουσιν ουν τον ιησουν απο του καιαφα εις το πραιτωριον ην δε πρωι και αυτοι ουκ εισηλθον εις το πραιτωριον ινα μη μιανθωσιν αλλα φαγωσιν το πασχα

18:29 εξηλθεν ουν ο πιλατος εξω προς αυτους και φησιν τινα κατηγοριαν φερετε του ανθρωπου τουτου

18:30 απεκριθησαν και ειπαν αυτω ει μη ην ουτος κακον ποιων ουκ αν σοι παρεδωκαμεν αυτον

18:31 ειπεν ουν αυτοις πιλατος λαβετε αυτον υμεις και κατα τον νομον υμων κρινατε αυτον ειπον αυτω οι ιουδαιοι ημιν ουκ εξεστιν αποκτειναι ουδενα

18:32 ινα ο λογος του ιησου πληρωθη ον ειπεν σημαινων ποιω θανατω ημελλεν αποθνησκειν

18:33 εισηλθεν ουν παλιν εις το πραιτωριον ο πιλατος και εφωνησεν τον ιησουν και ειπεν αυτω συ ει ο βασιλευς των ιουδαιων

18:34 απεκριθη ιησους απο σεαυτου συ τουτο λεγεις η αλλοι ειπον σοι περι εμου

18:35 απεκριθη ο πιλατος μητι εγω ιουδαιος ειμι το εθνος το σον και οι αρχιερεις παρεδωκαν σε εμοι τι εποιησας

18:36 απεκριθη ιησους η βασιλεια η εμη ουκ εστιν εκ του κοσμου τουτου ει εκ του κοσμου τουτου ην η βασιλεια η εμη οι υπηρεται οι εμοι ηγωνιζοντο αν ινα μη παραδοθω τοις ιουδαιοις νυν δε η βασιλεια η εμη ουκ εστιν εντευθεν

18:37 ειπεν ουν αυτω ο πιλατος ουκουν βασιλευς ει συ απεκριθη [ο] ιησους συ λεγεις οτι βασιλευς ειμι εγω εις τουτο γεγεννημαι και εις τουτο εληλυθα εις τον κοσμον ινα μαρτυρησω τη αληθεια πας ο ων εκ της αληθειας ακουει μου της φωνης

18:38 λεγει αυτω ο πιλατος τι εστιν αληθεια και τουτο ειπων παλιν εξηλθεν προς τους ιουδαιους και λεγει αυτοις εγω ουδεμιαν ευρισκω εν αυτω αιτιαν

18:39 εστιν δε συνηθεια υμιν ινα ενα απολυσω υμιν [εν] τω πασχα βουλεσθε ουν απολυσω υμιν τον βασιλεα των ιουδαιων

18:40 εκραυγασαν ουν παλιν λεγοντες μη τουτον αλλα τον βαραββαν ην δε ο βαραββας ληστης

 

Created with FREE HTMLCompiler by BibleDatabase