Index: Greek Wescott-Hort NT UTF8

 

John 21

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21]

21:1 μετα ταυτα εφανερωσεν εαυτον παλιν ιησους τοις μαθηταις επι της θαλασσης της τιβεριαδος εφανερωσεν δε ουτως

21:2 ησαν ομου σιμων πετρος και θωμας ο λεγομενος διδυμος και ναθαναηλ ο απο κανα της γαλιλαιας και οι του ζεβεδαιου και αλλοι εκ των μαθητων αυτου δυο

21:3 λεγει αυτοις σιμων πετρος υπαγω αλιευειν λεγουσιν αυτω ερχομεθα και ημεις συν σοι εξηλθον και ενεβησαν εις το πλοιον και εν εκεινη τη νυκτι επιασαν ουδεν

21:4 πρωιας δε ηδη γινομενης εστη ιησους εις τον αιγιαλον ου μεντοι ηδεισαν οι μαθηται οτι ιησους εστιν

21:5 λεγει ουν αυτοις ιησους παιδια μη τι προσφαγιον εχετε απεκριθησαν αυτω ου

21:6 ο δε ειπεν αυτοις βαλετε εις τα δεξια μερη του πλοιου το δικτυον και ευρησετε εβαλον ουν και ουκετι αυτο ελκυσαι ισχυον απο του πληθους των ιχθυων

21:7 λεγει ουν ο μαθητης εκεινος ον ηγαπα ο ιησους τω πετρω ο κυριος εστιν σιμων ουν πετρος ακουσας οτι ο κυριος εστιν τον επενδυτην διεζωσατο ην γαρ γυμνος και εβαλεν εαυτον εις την θαλασσαν

21:8 οι δε αλλοι μαθηται τω πλοιαριω ηλθον ου γαρ ησαν μακραν απο της γης αλλα ως απο πηχων διακοσιων συροντες το δικτυον των ιχθυων

21:9 ως ουν απεβησαν εις την γην βλεπουσιν ανθρακιαν κειμενην και οψαριον επικειμενον και αρτον

21:10 λεγει αυτοις [ο] ιησους ενεγκατε απο των οψαριων ων επιασατε νυν

21:11 ανεβη ουν σιμων πετρος και ειλκυσεν το δικτυον εις την γην μεστον ιχθυων μεγαλων εκατον πεντηκοντα τριων και τοσουτων οντων ουκ εσχισθη το δικτυον

21:12 λεγει αυτοις [ο] ιησους δευτε αριστησατε ουδεις ετολμα των μαθητων εξετασαι αυτον συ τις ει ειδοτες οτι ο κυριος εστιν

21:13 ερχεται ιησους και λαμβανει τον αρτον και διδωσιν αυτοις και το οψαριον ομοιως

21:14 τουτο ηδη τριτον εφανερωθη ιησους τοις μαθηταις εγερθεις εκ νεκρων

21:15 οτε ουν ηριστησαν λεγει τω σιμωνι πετρω ο ιησους σιμων ιωαννου αγαπας με πλεον τουτων λεγει αυτω ναι κυριε συ οιδας οτι φιλω σε λεγει αυτω βοσκε τα αρνια μου

21:16 λεγει αυτω παλιν δευτερον σιμων ιωαννου αγαπας με λεγει αυτω ναι κυριε συ οιδας οτι φιλω σε λεγει αυτω ποιμαινε τα προβατια μου

21:17 λεγει αυτω το τριτον σιμων ιωαννου φιλεις με ελυπηθη ο πετρος οτι ειπεν αυτω το τριτον φιλεις με και ειπεν αυτω κυριε παντα συ οιδας συ γινωσκεις οτι φιλω σε λεγει αυτω ιησους βοσκε τα προβατια μου

21:18 αμην αμην λεγω σοι οτε ης νεωτερος εζωννυες σεαυτον και περιεπατεις οπου ηθελες οταν δε γηρασης εκτενεις τας χειρας σου και αλλος ζωσει σε και οισει οπου ου θελεις

21:19 τουτο δε ειπεν σημαινων ποιω θανατω δοξασει τον θεον και τουτο ειπων λεγει αυτω ακολουθει μοι

21:20 επιστραφεις ο πετρος βλεπει τον μαθητην ον ηγαπα ο ιησους ακολουθουντα ος και ανεπεσεν εν τω δειπνω επι το στηθος αυτου και ειπεν κυριε τις εστιν ο παραδιδους σε

21:21 τουτον ουν ιδων ο πετρος λεγει τω ιησου κυριε ουτος δε τι

21:22 λεγει αυτω ο ιησους εαν αυτον θελω μενειν εως ερχομαι τι προς σε συ μοι ακολουθει

21:23 εξηλθεν ουν ουτος ο λογος εις τους αδελφους οτι ο μαθητης εκεινος ουκ αποθνησκει ουκ ειπεν δε αυτω ο ιησους οτι ουκ αποθνησκει αλλ εαν αυτον θελω μενειν εως ερχομαι τι προς σε

21:24 ουτος εστιν ο μαθητης ο μαρτυρων περι τουτων και ο γραψας ταυτα και οιδαμεν οτι αληθης αυτου η μαρτυρια εστιν

21:25 εστιν δε και αλλα πολλα α εποιησεν ο ιησους ατινα εαν γραφηται καθ εν ουδ αυτον οιμαι τον κοσμον χωρησειν τα γραφομενα βιβλια

 

Created with FREE HTMLCompiler by BibleDatabase