Index: Greek Wescott-Hort NT UTF8

 

Acts 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28]

8:1 σαυλος δε ην συνευδοκων τη αναιρεσει αυτου εγενετο δε εν εκεινη τη ημερα διωγμος μεγας επι την εκκλησιαν την εν ιεροσολυμοις παντες [δε] διεσπαρησαν κατα τας χωρας της ιουδαιας και σαμαρειας πλην των αποστολων

8:2 συνεκομισαν δε τον στεφανον ανδρες ευλαβεις και εποιησαν κοπετον μεγαν επ αυτω

8:3 σαυλος δε ελυμαινετο την εκκλησιαν κατα τους οικους εισπορευομενος συρων τε ανδρας και γυναικας παρεδιδου εις φυλακην

8:4 οι μεν ουν διασπαρεντες διηλθον ευαγγελιζομενοι τον λογον

8:5 φιλιππος δε κατελθων εις την πολιν της σαμαρειας εκηρυσσεν αυτοις τον χριστον

8:6 προσειχον δε οι οχλοι τοις λεγομενοις υπο του φιλιππου ομοθυμαδον εν τω ακουειν αυτους και βλεπειν τα σημεια α εποιει

8:7 πολλοι γαρ των εχοντων πνευματα ακαθαρτα βοωντα φωνη μεγαλη εξηρχοντο πολλοι δε παραλελυμενοι και χωλοι εθεραπευθησαν

8:8 εγενετο δε πολλη χαρα εν τη πολει εκεινη

8:9 ανηρ δε τις ονοματι σιμων προυπηρχεν εν τη πολει μαγευων και εξιστανων το εθνος της σαμαρειας λεγων ειναι τινα εαυτον μεγαν

8:10 ω προσειχον παντες απο μικρου εως μεγαλου λεγοντες ουτος εστιν η δυναμις του θεου η καλουμενη μεγαλη

8:11 προσειχον δε αυτω δια το ικανω χρονω ταις μαγειαις εξεστακεναι αυτους

8:12 οτε δε επιστευσαν τω φιλιππω ευαγγελιζομενω περι της βασιλειας του θεου και του ονοματος ιησου χριστου εβαπτιζοντο ανδρες τε και γυναικες

8:13 ο δε σιμων και αυτος επιστευσεν και βαπτισθεις ην προσκαρτερων τω φιλιππω θεωρων τε σημεια και δυναμεις μεγαλας γινομενας εξιστατο

8:14 ακουσαντες δε οι εν ιεροσολυμοις αποστολοι οτι δεδεκται η σαμαρεια τον λογον του θεου απεστειλαν προς αυτους πετρον και ιωαννην

8:15 οιτινες καταβαντες προσηυξαντο περι αυτων οπως λαβωσιν πνευμα αγιον

8:16 ουδεπω γαρ ην επ ουδενι αυτων επιπεπτωκος μονον δε βεβαπτισμενοι υπηρχον εις το ονομα του κυριου ιησου

8:17 τοτε επετιθεσαν τας χειρας επ αυτους και ελαμβανον πνευμα αγιον

8:18 ιδων δε ο σιμων οτι δια της επιθεσεως των χειρων των αποστολων διδοται το πνευμα προσηνεγκεν αυτοις χρηματα

8:19 λεγων δοτε καμοι την εξουσιαν ταυτην ινα ω εαν επιθω τας χειρας λαμβανη πνευμα αγιον

8:20 πετρος δε ειπεν προς αυτον το αργυριον σου συν σοι ειη εις απωλειαν οτι την δωρεαν του θεου ενομισας δια χρηματων κτασθαι

8:21 ουκ εστιν σοι μερις ουδε κληρος εν τω λογω τουτω η γαρ καρδια σου ουκ εστιν ευθεια εναντι του θεου

8:22 μετανοησον ουν απο της κακιας σου ταυτης και δεηθητι του κυριου ει αρα αφεθησεται σοι η επινοια της καρδιας σου

8:23 εις γαρ χολην πικριας και συνδεσμον αδικιας ορω σε οντα

8:24 αποκριθεις δε ο σιμων ειπεν δεηθητε υμεις υπερ εμου προς τον κυριον οπως μηδεν επελθη επ εμε ων ειρηκατε

8:25 οι μεν ουν διαμαρτυραμενοι και λαλησαντες τον λογον του κυριου υπεστρεφον εις ιεροσολυμα πολλας τε κωμας των σαμαριτων ευηγγελιζοντο

8:26 αγγελος δε κυριου ελαλησεν προς φιλιππον λεγων αναστηθι και πορευου κατα μεσημβριαν επι την οδον την καταβαινουσαν απο ιερουσαλημ εις γαζαν αυτη εστιν ερημος

8:27 και αναστας επορευθη και ιδου ανηρ αιθιοψ ευνουχος δυναστης κανδακης βασιλισσης αιθιοπων ος ην επι πασης της γαζης αυτης [ος] εληλυθει προσκυνησων εις ιερουσαλημ

8:28 ην δε υποστρεφων και καθημενος επι του αρματος αυτου και ανεγινωσκεν τον προφητην ησαιαν

8:29 ειπεν δε το πνευμα τω φιλιππω προσελθε και κολληθητι τω αρματι τουτω

8:30 προσδραμων δε ο φιλιππος ηκουσεν αυτου αναγινωσκοντος ησαιαν τον προφητην και ειπεν αρα γε γινωσκεις α αναγινωσκεις

8:31 ο δε ειπεν πως γαρ αν δυναιμην εαν μη τις οδηγησει με παρεκαλεσεν τε τον φιλιππον αναβαντα καθισαι συν αυτω

8:32 η δε περιοχη της γραφης ην ανεγινωσκεν ην αυτη ως προβατον επι σφαγην ηχθη και ως αμνος εναντιον του κειροντος αυτον αφωνος ουτως ουκ ανοιγει το στομα αυτου

8:33 εν τη ταπεινωσει η κρισις αυτου ηρθη την γενεαν αυτου τις διηγησεται οτι αιρεται απο της γης η ζωη αυτου

8:34 αποκριθεις δε ο ευνουχος τω φιλιππω ειπεν δεομαι σου περι τινος ο προφητης λεγει τουτο περι εαυτου η περι ετερου τινος

8:35 ανοιξας δε ο φιλιππος το στομα αυτου και αρξαμενος απο της γραφης ταυτης ευηγγελισατο αυτω τον ιησουν

8:36 ως δε επορευοντο κατα την οδον ηλθον επι τι υδωρ και φησιν ο ευνουχος ιδου υδωρ τι κωλυει με βαπτισθηναι

8:37

8:38 και εκελευσεν στηναι το αρμα και κατεβησαν αμφοτεροι εις το υδωρ ο τε φιλιππος και ο ευνουχος και εβαπτισεν αυτον

8:39 οτε δε ανεβησαν εκ του υδατος πνευμα κυριου ηρπασεν τον φιλιππον και ουκ ειδεν αυτον ουκετι ο ευνουχος επορευετο γαρ την οδον αυτου χαιρων

8:40 φιλιππος δε ευρεθη εις αζωτον και διερχομενος ευηγγελιζετο τας πολεις πασας εως του ελθειν αυτον εις καισαρειαν

 

Created with FREE HTMLCompiler by BibleDatabase