Index: Greek Wescott-Hort NT UTF8

 

Acts 19

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28]

19:1 εγενετο δε εν τω τον απολλω ειναι εν κορινθω παυλον διελθοντα τα ανωτερικα μερη ελθειν εις εφεσον και ευρειν τινας μαθητας

19:2 ειπεν τε προς αυτους ει πνευμα αγιον ελαβετε πιστευσαντες οι δε προς αυτον αλλ ουδ ει πνευμα αγιον εστιν ηκουσαμεν

19:3 ειπεν τε εις τι ουν εβαπτισθητε οι δε ειπαν εις το ιωαννου βαπτισμα

19:4 ειπεν δε παυλος ιωαννης εβαπτισεν βαπτισμα μετανοιας τω λαω λεγων εις τον ερχομενον μετ αυτον ινα πιστευσωσιν τουτ εστιν εις τον ιησουν

19:5 ακουσαντες δε εβαπτισθησαν εις το ονομα του κυριου ιησου

19:6 και επιθεντος αυτοις του παυλου χειρας ηλθεν το πνευμα το αγιον επ αυτους ελαλουν τε γλωσσαις και επροφητευον

19:7 ησαν δε οι παντες ανδρες ωσει δωδεκα

19:8 εισελθων δε εις την συναγωγην επαρρησιαζετο επι μηνας τρεις διαλεγομενος και πειθων περι της βασιλειας του θεου

19:9 ως δε τινες εσκληρυνοντο και ηπειθουν κακολογουντες την οδον ενωπιον του πληθους αποστας απ αυτων αφωρισεν τους μαθητας καθ ημεραν διαλεγομενος εν τη σχολη τυραννου

19:10 τουτο δε εγενετο επι ετη δυο ωστε παντας τους κατοικουντας την ασιαν ακουσαι τον λογον του κυριου ιουδαιους τε και ελληνας

19:11 δυναμεις τε ου τας τυχουσας ο θεος εποιει δια των χειρων παυλου

19:12 ωστε και επι τους ασθενουντας αποφερεσθαι απο του χρωτος αυτου σουδαρια η σιμικινθια και απαλλασσεσθαι απ αυτων τας νοσους τα τε πνευματα τα πονηρα εκπορευεσθαι

19:13 επεχειρησαν δε τινες και των περιερχομενων ιουδαιων εξορκιστων ονομαζειν επι τους εχοντας τα πνευματα τα πονηρα το ονομα του κυριου ιησου λεγοντες ορκιζω υμας τον ιησουν ον παυλος κηρυσσει

19:14 ησαν δε τινος σκευα ιουδαιου αρχιερεως επτα υιοι τουτο ποιουντες

19:15 αποκριθεν δε το πνευμα το πονηρον ειπεν αυτοις τον [μεν] ιησουν γινωσκω και τον παυλον επισταμαι υμεις δε τινες εστε

19:16 και εφαλομενος ο ανθρωπος επ αυτους εν ω ην το πνευμα το πονηρον κατακυριευσας αμφοτερων ισχυσεν κατ αυτων ωστε γυμνους και τετραυματισμενους εκφυγειν εκ του οικου εκεινου

19:17 τουτο δε εγενετο γνωστον πασιν ιουδαιοις τε και ελλησιν τοις κατοικουσιν την εφεσον και επεπεσεν φοβος επι παντας αυτους και εμεγαλυνετο το ονομα του κυριου ιησου

19:18 πολλοι τε των πεπιστευκοτων ηρχοντο εξομολογουμενοι και αναγγελλοντες τας πραξεις αυτων

19:19 ικανοι δε των τα περιεργα πραξαντων συνενεγκαντες τας βιβλους κατεκαιον ενωπιον παντων και συνεψηφισαν τας τιμας αυτων και ευρον αργυριου μυριαδας πεντε

19:20 ουτως κατα κρατος του κυριου ο λογος ηυξανεν και ισχυεν

19:21 ως δε επληρωθη ταυτα εθετο ο παυλος εν τω πνευματι διελθων την μακεδονιαν και αχαιαν πορευεσθαι εις ιεροσολυμα ειπων οτι μετα το γενεσθαι με εκει δει με και ρωμην ιδειν

19:22 αποστειλας δε εις την μακεδονιαν δυο των διακονουντων αυτω τιμοθεον και εραστον αυτος επεσχεν χρονον εις την ασιαν

19:23 εγενετο δε κατα τον καιρον εκεινον ταραχος ουκ ολιγος περι της οδου

19:24 δημητριος γαρ τις ονοματι αργυροκοπος ποιων ναους [αργυρους] αρτεμιδος παρειχετο τοις τεχνιταις ουκ ολιγην εργασιαν

19:25 ους συναθροισας και τους περι τα τοιαυτα εργατας ειπεν ανδρες επιστασθε οτι εκ ταυτης της εργασιας η ευπορια ημιν εστιν

19:26 και θεωρειτε και ακουετε οτι ου μονον εφεσου αλλα σχεδον πασης της ασιας ο παυλος ουτος πεισας μετεστησεν ικανον οχλον λεγων οτι ουκ εισιν θεοι οι δια χειρων γινομενοι

19:27 ου μονον δε τουτο κινδυνευει ημιν το μερος εις απελεγμον ελθειν αλλα και το της μεγαλης θεας αρτεμιδος ιερον εις ουθεν λογισθηναι μελλειν τε και καθαιρεισθαι της μεγαλειοτητος αυτης ην ολη [η] ασια και [η] οικουμενη σεβεται

19:28 ακουσαντες δε και γενομενοι πληρεις θυμου εκραζον λεγοντες μεγαλη η αρτεμις εφεσιων

19:29 και επλησθη η πολις της συγχυσεως ωρμησαν τε ομοθυμαδον εις το θεατρον συναρπασαντες γαιον και αρισταρχον μακεδονας συνεκδημους παυλου

19:30 παυλου δε βουλομενου εισελθειν εις τον δημον ουκ ειων αυτον οι μαθηται

19:31 τινες δε και των ασιαρχων οντες αυτω φιλοι πεμψαντες προς αυτον παρεκαλουν μη δουναι εαυτον εις το θεατρον

19:32 αλλοι μεν ουν αλλο τι εκραζον ην γαρ η εκκλησια συγκεχυμενη και οι πλειους ουκ ηδεισαν τινος ενεκα συνεληλυθεισαν

19:33 εκ δε του οχλου συνεβιβασαν αλεξανδρον προβαλοντων αυτον των ιουδαιων ο δε αλεξανδρος κατασεισας την χειρα ηθελεν απολογεισθαι τω δημω

19:34 επιγνοντες δε οτι ιουδαιος εστιν φωνη εγενετο μια εκ παντων ωσει επι ωρας δυο κραζοντων μεγαλη η αρτεμις εφεσιων

19:35 καταστειλας δε τον οχλον ο γραμματευς φησιν ανδρες εφεσιοι τις γαρ εστιν ανθρωπων ος ου γινωσκει την εφεσιων πολιν νεωκορον ουσαν της μεγαλης αρτεμιδος και του διοπετους

19:36 αναντιρρητων ουν οντων τουτων δεον εστιν υμας κατεσταλμενους υπαρχειν και μηδεν προπετες πρασσειν

19:37 ηγαγετε γαρ τους ανδρας τουτους ουτε ιεροσυλους ουτε βλασφημουντας την θεον ημων

19:38 ει μεν ουν δημητριος και οι συν αυτω τεχνιται εχουσιν προς τινα λογον αγοραιοι αγονται και ανθυπατοι εισιν εγκαλειτωσαν αλληλοις

19:39 ει δε τι περαιτερω επιζητειτε εν τη εννομω εκκλησια επιλυθησεται

19:40 και γαρ κινδυνευομεν εγκαλεισθαι στασεως περι της σημερον μηδενος αιτιου υπαρχοντος περι ου ου δυνησομεθα αποδουναι λογον περι της συστροφης ταυτης

19:41 και ταυτα ειπων απελυσεν την εκκλησιαν

 

Created with FREE HTMLCompiler by BibleDatabase