Index: Greek Wescott-Hort NT UTF8

 

Acts 24

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16] [17] [18] [19] [20] [21] [22] [23] [24] [25] [26] [27] [28]

24:1 μετα δε πεντε ημερας κατεβη ο αρχιερευς ανανιας μετα πρεσβυτερων τινων και ρητορος τερτυλλου τινος οιτινες ενεφανισαν τω ηγεμονι κατα του παυλου

24:2 κληθεντος δε [αυτου] ηρξατο κατηγορειν ο τερτυλλος λεγων [24 3] πολλης ειρηνης τυγχανοντες δια σου και διορθωματων γινομενων τω εθνει τουτω δια της σης προνοιας

24:3 παντη τε και πανταχου αποδεχομεθα κρατιστε φηλιξ μετα πασης ευχαριστιας

24:4 ινα δε μη επι πλειον σε εγκοπτω παρακαλω ακουσαι σε ημων συντομως τη ση επιεικεια

24:5 ευροντες γαρ τον ανδρα τουτον λοιμον και κινουντα στασεις πασιν τοις ιουδαιοις τοις κατα την οικουμενην πρωτοστατην τε της των ναζωραιων αιρεσεως

24:6 ος και το ιερον επειρασεν βεβηλωσαι ον και εκρατησαμεν

24:7

24:8 παρ ου δυνηση αυτος ανακρινας περι παντων τουτων επιγνωναι ων ημεις κατηγορουμεν αυτου

24:9 συνεπεθεντο δε και οι ιουδαιοι φασκοντες ταυτα ουτως εχειν

24:10 απεκριθη τε ο παυλος νευσαντος αυτω του ηγεμονος λεγειν εκ πολλων ετων οντα σε κριτην τω εθνει τουτω επισταμενος ευθυμως τα περι εμαυτου απολογουμαι

24:11 δυναμενου σου επιγνωναι οτι ου πλειους εισιν μοι ημεραι δωδεκα αφ ης ανεβην προσκυνησων εις ιερουσαλημ

24:12 και ουτε εν τω ιερω ευρον με προς τινα διαλεγομενον η επιστασιν ποιουντα οχλου ουτε εν ταις συναγωγαις ουτε κατα την πολιν

24:13 ουδε παραστησαι δυνανται σοι περι ων νυνι κατηγορουσιν μου

24:14 ομολογω δε τουτο σοι οτι κατα την οδον ην λεγουσιν αιρεσιν ουτως λατρευω τω πατρωω θεω πιστευων πασιν τοις κατα τον νομον και τοις εν τοις προφηταις γεγραμμενοις

24:15 ελπιδα εχων εις τον θεον ην και αυτοι ουτοι προσδεχονται αναστασιν μελλειν εσεσθαι δικαιων τε και αδικων

24:16 εν τουτω και αυτος ασκω απροσκοπον συνειδησιν εχειν προς τον θεον και τους ανθρωπους δια παντος

24:17 δι ετων δε πλειονων ελεημοσυνας ποιησων εις το εθνος μου παρεγενομην και προσφορας

24:18 εν αις ευρον με ηγνισμενον εν τω ιερω ου μετα οχλου ουδε μετα θορυβου τινες δε απο της ασιας ιουδαιοι

24:19 ους εδει επι σου παρειναι και κατηγορειν ει τι εχοιεν προς εμε

24:20 η αυτοι ουτοι ειπατωσαν τι ευρον αδικημα σταντος μου επι του συνεδριου

24:21 η περι μιας ταυτης φωνης ης εκεκραξα εν αυτοις εστως οτι περι αναστασεως νεκρων εγω κρινομαι σημερον εφ υμων

24:22 ανεβαλετο δε αυτους ο φηλιξ ακριβεστερον ειδως τα περι της οδου ειπας οταν λυσιας ο χιλιαρχος καταβη διαγνωσομαι τα καθ υμας

24:23 διαταξαμενος τω εκατονταρχη τηρεισθαι αυτον εχειν τε ανεσιν και μηδενα κωλυειν των ιδιων αυτου υπηρετειν αυτω

24:24 μετα δε ημερας τινας παραγενομενος ο φηλιξ συν δρουσιλλη τη ιδια γυναικι ουση ιουδαια μετεπεμψατο τον παυλον και ηκουσεν αυτου περι της εις χριστον ιησουν πιστεως

24:25 διαλεγομενου δε αυτου περι δικαιοσυνης και εγκρατειας και του κριματος του μελλοντος εμφοβος γενομενος ο φηλιξ απεκριθη το νυν εχον πορευου καιρον δε μεταλαβων μετακαλεσομαι σε

24:26 αμα και ελπιζων οτι χρηματα δοθησεται [αυτω] υπο του παυλου διο και πυκνοτερον αυτον μεταπεμπομενος ωμιλει αυτω

24:27 διετιας δε πληρωθεισης ελαβεν διαδοχον ο φηλιξ πορκιον φηστον θελων τε χαριτα καταθεσθαι τοις ιουδαιοις ο φηλιξ κατελιπεν τον παυλον δεδεμενον

 

Created with FREE HTMLCompiler by BibleDatabase