Index: Greek Wescott-Hort NT UTF8

 

Romans 3

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

3:1 τι ουν το περισσον του ιουδαιου η τις η ωφελεια της περιτομης

3:2 πολυ κατα παντα τροπον πρωτον μεν [γαρ] οτι επιστευθησαν τα λογια του θεου

3:3 τι γαρ ει ηπιστησαν τινες μη η απιστια αυτων την πιστιν του θεου καταργησει

3:4 μη γενοιτο γινεσθω δε ο θεος αληθης πας δε ανθρωπος ψευστης καθαπερ γεγραπται οπως αν δικαιωθης εν τοις λογοις σου και νικησεις εν τω κρινεσθαι σε

3:5 ει δε η αδικια ημων θεου δικαιοσυνην συνιστησιν τι ερουμεν μη αδικος ο θεος ο επιφερων την οργην κατα ανθρωπον λεγω

3:6 μη γενοιτο επει πως κρινει ο θεος τον κοσμον

3:7 ει δε η αληθεια του θεου εν τω εμω ψευσματι επερισσευσεν εις την δοξαν αυτου τι ετι καγω ως αμαρτωλος κρινομαι

3:8 και μη καθως βλασφημουμεθα [και] καθως φασιν τινες ημας λεγειν οτι ποιησωμεν τα κακα ινα ελθη τα αγαθα ων το κριμα ενδικον εστιν

3:9 τι ουν προεχομεθα ου παντως προητιασαμεθα γαρ ιουδαιους τε και ελληνας παντας υφ αμαρτιαν ειναι

3:10 καθως γεγραπται οτι ουκ εστιν δικαιος ουδε εις

3:11 ουκ εστιν συνιων ουκ εστιν εκζητων τον θεον

3:12 παντες εξεκλιναν αμα ηχρεωθησαν ουκ εστιν ποιων χρηστοτητα ουκ εστιν εως ενος

3:13 ταφος ανεωγμενος ο λαρυγξ αυτων ταις γλωσσαις αυτων εδολιουσαν ιος ασπιδων υπο τα χειλη αυτων

3:14 ων το στομα αρας και πικριας γεμει

3:15 οξεις οι ποδες αυτων εκχεαι αιμα

3:16 συντριμμα και ταλαιπωρια εν ταις οδοις αυτων

3:17 και οδον ειρηνης ουκ εγνωσαν

3:18 ουκ εστιν φοβος θεου απεναντι των οφθαλμων αυτων

3:19 οιδαμεν δε οτι οσα ο νομος λεγει τοις εν τω νομω λαλει ινα παν στομα φραγη και υποδικος γενηται πας ο κοσμος τω θεω

3:20 διοτι εξ εργων νομου ου δικαιωθησεται πασα σαρξ ενωπιον αυτου δια γαρ νομου επιγνωσις αμαρτιας

3:21 νυνι δε χωρις νομου δικαιοσυνη θεου πεφανερωται μαρτυρουμενη υπο του νομου και των προφητων

3:22 δικαιοσυνη δε θεου δια πιστεως [ιησου] χριστου εις παντας τους πιστευοντας ου γαρ εστιν διαστολη

3:23 παντες γαρ ημαρτον και υστερουνται της δοξης του θεου

3:24 δικαιουμενοι δωρεαν τη αυτου χαριτι δια της απολυτρωσεως της εν χριστω ιησου

3:25 ον προεθετο ο θεος ιλαστηριον δια πιστεως εν τω αυτου αιματι εις ενδειξιν της δικαιοσυνης αυτου δια την παρεσιν των προγεγονοτων αμαρτηματων

3:26 εν τη ανοχη του θεου προς την ενδειξιν της δικαιοσυνης αυτου εν τω νυν καιρω εις το ειναι αυτον δικαιον και δικαιουντα τον εκ πιστεως ιησου

3:27 που ουν η καυχησις εξεκλεισθη δια ποιου νομου των εργων ουχι αλλα δια νομου πιστεως

3:28 λογιζομεθα γαρ δικαιουσθαι πιστει ανθρωπον χωρις εργων νομου

3:29 η ιουδαιων ο θεος μονον ουχι και εθνων ναι και εθνων

3:30 ειπερ εις ο θεος ος δικαιωσει περιτομην εκ πιστεως και ακροβυστιαν δια της πιστεως

3:31 νομον ουν καταργουμεν δια της πιστεως μη γενοιτο αλλα νομον ιστανομεν

 

Created with FREE HTMLCompiler by BibleDatabase