Index: Greek Wescott-Hort NT UTF8

 

Romans 12

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

12:1 παρακαλω ουν υμας αδελφοι δια των οικτιρμων του θεου παραστησαι τα σωματα υμων θυσιαν ζωσαν αγιαν τω θεω ευαρεστον την λογικην λατρειαν υμων

12:2 και μη συσχηματιζεσθε τω αιωνι τουτω αλλα μεταμορφουσθε τη ανακαινωσει του νοος εις το δοκιμαζειν υμας τι το θελημα του θεου το αγαθον και ευαρεστον και τελειον

12:3 λεγω γαρ δια της χαριτος της δοθεισης μοι παντι τω οντι εν υμιν μη υπερφρονειν παρ ο δει φρονειν αλλα φρονειν εις το σωφρονειν εκαστω ως ο θεος εμερισεν μετρον πιστεως

12:4 καθαπερ γαρ εν ενι σωματι πολλα μελη εχομεν τα δε μελη παντα ου την αυτην εχει πραξιν

12:5 ουτως οι πολλοι εν σωμα εσμεν εν χριστω το δε καθ εις αλληλων μελη

12:6 εχοντες δε χαρισματα κατα την χαριν την δοθεισαν ημιν διαφορα ειτε προφητειαν κατα την αναλογιαν της πιστεως

12:7 ειτε διακονιαν εν τη διακονια ειτε ο διδασκων εν τη διδασκαλια

12:8 ειτε ο παρακαλων εν τη παρακλησει ο μεταδιδους εν απλοτητι ο προισταμενος εν σπουδη ο ελεων εν ιλαροτητι

12:9 η αγαπη ανυποκριτος αποστυγουντες το πονηρον κολλωμενοι τω αγαθω

12:10 τη φιλαδελφια εις αλληλους φιλοστοργοι τη τιμη αλληλους προηγουμενοι

12:11 τη σπουδη μη οκνηροι τω πνευματι ζεοντες τω κυριω δουλευοντες

12:12 τη ελπιδι χαιροντες τη θλιψει υπομενοντες τη προσευχη προσκαρτερουντες

12:13 ταις χρειαις των αγιων κοινωνουντες την φιλοξενιαν διωκοντες

12:14 ευλογειτε τους διωκοντας ευλογειτε και μη καταρασθε

12:15 χαιρειν μετα χαιροντων κλαιειν μετα κλαιοντων

12:16 το αυτο εις αλληλους φρονουντες μη τα υψηλα φρονουντες αλλα τοις ταπεινοις συναπαγομενοι μη γινεσθε φρονιμοι παρ εαυτοις

12:17 μηδενι κακον αντι κακου αποδιδοντες προνοουμενοι καλα ενωπιον παντων ανθρωπων

12:18 ει δυνατον το εξ υμων μετα παντων ανθρωπων ειρηνευοντες

12:19 μη εαυτους εκδικουντες αγαπητοι αλλα δοτε τοπον τη οργη γεγραπται γαρ εμοι εκδικησις εγω ανταποδωσω λεγει κυριος

12:20 αλλα εαν πεινα ο εχθρος σου ψωμιζε αυτον εαν διψα ποτιζε αυτον τουτο γαρ ποιων ανθρακας πυρος σωρευσεις επι την κεφαλην αυτου

12:21 μη νικω υπο του κακου αλλα νικα εν τω αγαθω το κακον

 

Created with FREE HTMLCompiler by BibleDatabase