Index: Greek Wescott-Hort NT UTF8

 

1 Corinthians 7

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

7:1 περι δε ων εγραψατε καλον ανθρωπω γυναικος μη απτεσθαι

7:2 δια δε τας πορνειας εκαστος την εαυτου γυναικα εχετω και εκαστη τον ιδιον ανδρα εχετω

7:3 τη γυναικι ο ανηρ την οφειλην αποδιδοτω ομοιως δε και η γυνη τω ανδρι

7:4 η γυνη του ιδιου σωματος ουκ εξουσιαζει αλλα ο ανηρ ομοιως δε και ο ανηρ του ιδιου σωματος ουκ εξουσιαζει αλλα η γυνη

7:5 μη αποστερειτε αλληλους ει μητι [αν] εκ συμφωνου προς καιρον ινα σχολασητε τη προσευχη και παλιν επι το αυτο ητε ινα μη πειραζη υμας ο σατανας δια την ακρασιαν [υμων]

7:6 τουτο δε λεγω κατα συγγνωμην ου κατ επιταγην

7:7 θελω δε παντας ανθρωπους ειναι ως και εμαυτον αλλα εκαστος ιδιον εχει χαρισμα εκ θεου ο μεν ουτως ο δε ουτως

7:8 λεγω δε τοις αγαμοις και ταις χηραις καλον αυτοις εαν μεινωσιν ως καγω

7:9 ει δε ουκ εγκρατευονται γαμησατωσαν κρειττον γαρ εστιν γαμειν η πυρουσθαι

7:10 τοις δε γεγαμηκοσιν παραγγελλω ουκ εγω αλλα ο κυριος γυναικα απο ανδρος μη χωρισθηναι

7:11 εαν δε και χωρισθη μενετω αγαμος η τω ανδρι καταλλαγητω και ανδρα γυναικα μη αφιεναι

7:12 τοις δε λοιποις λεγω εγω ουχ ο κυριος ει τις αδελφος γυναικα εχει απιστον και αυτη συνευδοκει οικειν μετ αυτου μη αφιετω αυτην

7:13 και γυνη ητις εχει ανδρα απιστον και ουτος συνευδοκει οικειν μετ αυτης μη αφιετω τον ανδρα

7:14 ηγιασται γαρ ο ανηρ ο απιστος εν τη γυναικι και ηγιασται η γυνη η απιστος εν τω αδελφω επει αρα τα τεκνα υμων ακαθαρτα εστιν νυν δε αγια εστιν

7:15 ει δε ο απιστος χωριζεται χωριζεσθω ου δεδουλωται ο αδελφος η η αδελφη εν τοις τοιουτοις εν δε ειρηνη κεκληκεν υμας ο θεος

7:16 τι γαρ οιδας γυναι ει τον ανδρα σωσεις η τι οιδας ανερ ει την γυναικα σωσεις

7:17 ει μη εκαστω ως μεμερικεν ο κυριος εκαστον ως κεκληκεν ο θεος ουτως περιπατειτω και ουτως εν ταις εκκλησιαις πασαις διατασσομαι

7:18 περιτετμημενος τις εκληθη μη επισπασθω εν ακροβυστια κεκληται τις μη περιτεμνεσθω

7:19 η περιτομη ουδεν εστιν και η ακροβυστια ουδεν εστιν αλλα τηρησις εντολων θεου

7:20 εκαστος εν τη κλησει η εκληθη εν ταυτη μενετω

7:21 δουλος εκληθης μη σοι μελετω αλλ ει και δυνασαι ελευθερος γενεσθαι μαλλον χρησαι

7:22 ο γαρ εν κυριω κληθεις δουλος απελευθερος κυριου εστιν ομοιως ο ελευθερος κληθεις δουλος εστιν χριστου

7:23 τιμης ηγορασθητε μη γινεσθε δουλοι ανθρωπων

7:24 εκαστος εν ω εκληθη αδελφοι εν τουτω μενετω παρα θεω

7:25 περι δε των παρθενων επιταγην κυριου ουκ εχω γνωμην δε διδωμι ως ηλεημενος υπο κυριου πιστος ειναι

7:26 νομιζω ουν τουτο καλον υπαρχειν δια την ενεστωσαν αναγκην οτι καλον ανθρωπω το ουτως ειναι

7:27 δεδεσαι γυναικι μη ζητει λυσιν λελυσαι απο γυναικος μη ζητει γυναικα

7:28 εαν δε και γαμησης ουχ ημαρτες και εαν γημη [η] παρθενος ουχ ημαρτεν θλιψιν δε τη σαρκι εξουσιν οι τοιουτοι εγω δε υμων φειδομαι

7:29 τουτο δε φημι αδελφοι ο καιρος συνεσταλμενος εστιν το λοιπον ινα και οι εχοντες γυναικας ως μη εχοντες ωσιν

7:30 και οι κλαιοντες ως μη κλαιοντες και οι χαιροντες ως μη χαιροντες και οι αγοραζοντες ως μη κατεχοντες

7:31 και οι χρωμενοι τον κοσμον ως μη καταχρωμενοι παραγει γαρ το σχημα του κοσμου τουτου

7:32 θελω δε υμας αμεριμνους ειναι ο αγαμος μεριμνα τα του κυριου πως αρεση τω κυριω

7:33 ο δε γαμησας μεριμνα τα του κοσμου πως αρεση τη γυναικι

7:34 και μεμερισται και η γυνη η αγαμος και η παρθενος μεριμνα τα του κυριου ινα η αγια [και] τω σωματι και τω πνευματι η δε γαμησασα μεριμνα τα του κοσμου πως αρεση τω ανδρι

7:35 τουτο δε προς το υμων αυτων συμφορον λεγω ουχ ινα βροχον υμιν επιβαλω αλλα προς το ευσχημον και ευπαρεδρον τω κυριω απερισπαστως

7:36 ει δε τις ασχημονειν επι την παρθενον αυτου νομιζει εαν η υπερακμος και ουτως οφειλει γινεσθαι ο θελει ποιειτω ουχ αμαρτανει γαμειτωσαν

7:37 ος δε εστηκεν εν τη καρδια αυτου εδραιος μη εχων αναγκην εξουσιαν δε εχει περι του ιδιου θεληματος και τουτο κεκρικεν εν τη ιδια καρδια τηρειν την εαυτου παρθενον καλως ποιησει

7:38 ωστε και ο γαμιζων την εαυτου παρθενον καλως ποιει και ο μη γαμιζων κρεισσον ποιησει

7:39 γυνη δεδεται εφ οσον χρονον ζη ο ανηρ αυτης εαν δε κοιμηθη ο ανηρ ελευθερα εστιν ω θελει γαμηθηναι μονον εν κυριω

7:40 μακαριωτερα δε εστιν εαν ουτως μεινη κατα την εμην γνωμην δοκω γαρ καγω πνευμα θεου εχειν

 

Created with FREE HTMLCompiler by BibleDatabase