Index: Greek Wescott-Hort NT UTF8

 

1 Corinthians 8

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

8:1 περι δε των ειδωλοθυτων οιδαμεν οτι παντες γνωσιν εχομεν η γνωσις φυσιοι η δε αγαπη οικοδομει

8:2 ει τις δοκει εγνωκεναι τι ουπω εγνω καθως δει γνωναι

8:3 ει δε τις αγαπα τον θεον ουτος εγνωσται υπ αυτου

8:4 περι της βρωσεως ουν των ειδωλοθυτων οιδαμεν οτι ουδεν ειδωλον εν κοσμω και οτι ουδεις θεος ει μη εις

8:5 και γαρ ειπερ εισιν λεγομενοι θεοι ειτε εν ουρανω ειτε επι γης ωσπερ εισιν θεοι πολλοι και κυριοι πολλοι

8:6 [αλλ] ημιν εις θεος ο πατηρ εξ ου τα παντα και ημεις εις αυτον και εις κυριος ιησους χριστος δι ου τα παντα και ημεις δι αυτου

8:7 αλλ ουκ εν πασιν η γνωσις τινες δε τη συνηθεια εως αρτι του ειδωλου ως ειδωλοθυτον εσθιουσιν και η συνειδησις αυτων ασθενης ουσα μολυνεται

8:8 βρωμα δε ημας ου παραστησει τω θεω ουτε εαν μη φαγωμεν υστερουμεθα ουτε εαν φαγωμεν περισσευομεν

8:9 βλεπετε δε μη πως η εξουσια υμων αυτη προσκομμα γενηται τοις ασθενεσιν

8:10 εαν γαρ τις ιδη [σε] τον εχοντα γνωσιν εν ειδωλειω κατακειμενον ουχι η συνειδησις αυτου ασθενους οντος οικοδομηθησεται εις το τα ειδωλοθυτα εσθιειν

8:11 απολλυται γαρ ο ασθενων εν τη ση γνωσει ο αδελφος δι ον χριστος απεθανεν

8:12 ουτως δε αμαρτανοντες εις τους αδελφους και τυπτοντες αυτων την συνειδησιν ασθενουσαν εις χριστον αμαρτανετε

8:13 διοπερ ει βρωμα σκανδαλιζει τον αδελφον μου ου μη φαγω κρεα εις τον αιωνα ινα μη τον αδελφον μου σκανδαλισω

 

Created with FREE HTMLCompiler by BibleDatabase