Index: Greek Wescott-Hort NT UTF8

 

1 Corinthians 9

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

9:1 ουκ ειμι ελευθερος ουκ ειμι αποστολος ουχι ιησουν τον κυριον ημων εορακα ου το εργον μου υμεις εστε εν κυριω

9:2 ει αλλοις ουκ ειμι αποστολος αλλα γε υμιν ειμι η γαρ σφραγις μου της αποστολης υμεις εστε εν κυριω

9:3 η εμη απολογια τοις εμε ανακρινουσιν εστιν αυτη

9:4 μη ουκ εχομεν εξουσιαν φαγειν και πειν

9:5 μη ουκ εχομεν εξουσιαν αδελφην γυναικα περιαγειν ως και οι λοιποι αποστολοι και οι αδελφοι του κυριου και κηφας

9:6 η μονος εγω και βαρναβας ουκ εχομεν εξουσιαν μη εργαζεσθαι

9:7 τις στρατευεται ιδιοις οψωνιοις ποτε τις φυτευει αμπελωνα και τον καρπον αυτου ουκ εσθιει [η] τις ποιμαινει ποιμνην και εκ του γαλακτος της ποιμνης ουκ εσθιει

9:8 μη κατα ανθρωπον ταυτα λαλω η και ο νομος ταυτα ου λεγει

9:9 εν γαρ τω μωυσεως νομω γεγραπται ου φιμωσεις βουν αλοωντα μη των βοων μελει τω θεω

9:10 η δι ημας παντως λεγει δι ημας γαρ εγραφη οτι οφειλει επ ελπιδι ο αροτριων αροτριαν και ο αλοων επ ελπιδι του μετεχειν

9:11 ει ημεις υμιν τα πνευματικα εσπειραμεν μεγα ει ημεις υμων τα σαρκικα θερισομεν

9:12 ει αλλοι της υμων εξουσιας μετεχουσιν ου μαλλον ημεις αλλ ουκ εχρησαμεθα τη εξουσια ταυτη αλλα παντα στεγομεν ινα μη τινα εγκοπην δωμεν τω ευαγγελιω του χριστου

9:13 ουκ οιδατε οτι οι τα ιερα εργαζομενοι τα εκ του ιερου εσθιουσιν οι τω θυσιαστηριω παρεδρευοντες τω θυσιαστηριω συμμεριζονται

9:14 ουτως και ο κυριος διεταξεν τοις το ευαγγελιον καταγγελλουσιν εκ του ευαγγελιου ζην

9:15 εγω δε ου κεχρημαι ουδενι τουτων ουκ εγραψα δε ταυτα ινα ουτως γενηται εν εμοι καλον γαρ μοι μαλλον αποθανειν η το καυχημα μου ουδεις κενωσει

9:16 εαν γαρ ευαγγελιζωμαι ουκ εστιν μοι καυχημα αναγκη γαρ μοι επικειται ουαι γαρ μοι εστιν εαν μη ευαγγελισωμαι

9:17 ει γαρ εκων τουτο πρασσω μισθον εχω ει δε ακων οικονομιαν πεπιστευμαι

9:18 τις ουν μου εστιν ο μισθος ινα ευαγγελιζομενος αδαπανον θησω το ευαγγελιον εις το μη καταχρησασθαι τη εξουσια μου εν τω ευαγγελιω

9:19 ελευθερος γαρ ων εκ παντων πασιν εμαυτον εδουλωσα ινα τους πλειονας κερδησω

9:20 και εγενομην τοις ιουδαιοις ως ιουδαιος ινα ιουδαιους κερδησω τοις υπο νομον ως υπο νομον μη ων αυτος υπο νομον ινα τους υπο νομον κερδησω

9:21 τοις ανομοις ως ανομος μη ων ανομος θεου αλλ εννομος χριστου ινα κερδανω τους ανομους

9:22 εγενομην τοις ασθενεσιν ασθενης ινα τους ασθενεις κερδησω τοις πασιν γεγονα παντα ινα παντως τινας σωσω

9:23 παντα δε ποιω δια το ευαγγελιον ινα συγκοινωνος αυτου γενωμαι

9:24 ουκ οιδατε οτι οι εν σταδιω τρεχοντες παντες μεν τρεχουσιν εις δε λαμβανει το βραβειον ουτως τρεχετε ινα καταλαβητε

9:25 πας δε ο αγωνιζομενος παντα εγκρατευεται εκεινοι μεν ουν ινα φθαρτον στεφανον λαβωσιν ημεις δε αφθαρτον

9:26 εγω τοινυν ουτως τρεχω ως ουκ αδηλως ουτως πυκτευω ως ουκ αερα δερων

9:27 αλλα υπωπιαζω μου το σωμα και δουλαγωγω μη πως αλλοις κηρυξας αυτος αδοκιμος γενωμαι

 

Created with FREE HTMLCompiler by BibleDatabase