Index: Greek Wescott-Hort NT UTF8

 

1 Corinthians 10

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

10:1 ου θελω γαρ υμας αγνοειν αδελφοι οτι οι πατερες ημων παντες υπο την νεφελην ησαν και παντες δια της θαλασσης διηλθον

10:2 και παντες εις τον μωυσην εβαπτισαντο εν τη νεφελη και εν τη θαλασση

10:3 και παντες [το αυτο] πνευματικον βρωμα εφαγον

10:4 και παντες το αυτο πνευματικον επιον πομα επινον γαρ εκ πνευματικης ακολουθουσης πετρας η πετρα δε ην ο χριστος

10:5 αλλ ουκ εν τοις πλειοσιν αυτων ευδοκησεν ο θεος κατεστρωθησαν γαρ εν τη ερημω

10:6 ταυτα δε τυποι ημων εγενηθησαν εις το μη ειναι ημας επιθυμητας κακων καθως κακεινοι επεθυμησαν

10:7 μηδε ειδωλολατραι γινεσθε καθως τινες αυτων ωσπερ γεγραπται εκαθισεν ο λαος φαγειν και πειν και ανεστησαν παιζειν

10:8 μηδε πορνευωμεν καθως τινες αυτων επορνευσαν και επεσαν μια ημερα εικοσι τρεις χιλιαδες

10:9 μηδε εκπειραζωμεν τον κυριον καθως τινες αυτων επειρασαν και υπο των οφεων απωλλυντο

10:10 μηδε γογγυζετε καθαπερ τινες αυτων εγογγυσαν και απωλοντο υπο του ολοθρευτου

10:11 ταυτα δε τυπικως συνεβαινεν εκεινοις εγραφη δε προς νουθεσιαν ημων εις ους τα τελη των αιωνων κατηντηκεν

10:12 ωστε ο δοκων εσταναι βλεπετω μη πεση

10:13 πειρασμος υμας ουκ ειληφεν ει μη ανθρωπινος πιστος δε ο θεος ος ουκ εασει υμας πειρασθηναι υπερ ο δυνασθε αλλα ποιησει συν τω πειρασμω και την εκβασιν του δυνασθαι υπενεγκειν

10:14 διοπερ αγαπητοι μου φευγετε απο της ειδωλολατριας

10:15 ως φρονιμοις λεγω κρινατε υμεις ο φημι

10:16 το ποτηριον της ευλογιας ο ευλογουμεν ουχι κοινωνια εστιν του αιματος του χριστου τον αρτον ον κλωμεν ουχι κοινωνια του σωματος του χριστου εστιν

10:17 οτι εις αρτος εν σωμα οι πολλοι εσμεν οι γαρ παντες εκ του ενος αρτου μετεχομεν

10:18 βλεπετε τον ισραηλ κατα σαρκα ουχ οι εσθιοντες τας θυσιας κοινωνοι του θυσιαστηριου εισιν

10:19 τι ουν φημι οτι ειδωλοθυτον τι εστιν η οτι ειδωλον τι εστιν

10:20 αλλ οτι α θυουσιν [τα εθνη] δαιμονιοις και ου θεω θυουσιν ου θελω δε υμας κοινωνους των δαιμονιων γινεσθαι

10:21 ου δυνασθε ποτηριον κυριου πινειν και ποτηριον δαιμονιων ου δυνασθε τραπεζης κυριου μετεχειν και τραπεζης δαιμονιων

10:22 η παραζηλουμεν τον κυριον μη ισχυροτεροι αυτου εσμεν

10:23 παντα εξεστιν αλλ ου παντα συμφερει παντα εξεστιν αλλ ου παντα οικοδομει

10:24 μηδεις το εαυτου ζητειτω αλλα το του ετερου

10:25 παν το εν μακελλω πωλουμενον εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν

10:26 του κυριου γαρ η γη και το πληρωμα αυτης

10:27 ει τις καλει υμας των απιστων και θελετε πορευεσθαι παν το παρατιθεμενον υμιν εσθιετε μηδεν ανακρινοντες δια την συνειδησιν

10:28 εαν δε τις υμιν ειπη τουτο ιεροθυτον εστιν μη εσθιετε δι εκεινον τον μηνυσαντα και την συνειδησιν

10:29 συνειδησιν δε λεγω ουχι την εαυτου αλλα την του ετερου ινα τι γαρ η ελευθερια μου κρινεται υπο αλλης συνειδησεως

10:30 ει εγω χαριτι μετεχω τι βλασφημουμαι υπερ ου εγω ευχαριστω

10:31 ειτε ουν εσθιετε ειτε πινετε ειτε τι ποιειτε παντα εις δοξαν θεου ποιειτε

10:32 απροσκοποι και ιουδαιοις γινεσθε και ελλησιν και τη εκκλησια του θεου

10:33 καθως καγω παντα πασιν αρεσκω μη ζητων το εμαυτου συμφορον αλλα το των πολλων ινα σωθωσιν

 

Created with FREE HTMLCompiler by BibleDatabase