Index: Greek Wescott-Hort NT UTF8

 

1 Corinthians 11

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

11:1 μιμηται μου γινεσθε καθως καγω χριστου

11:2 επαινω δε υμας οτι παντα μου μεμνησθε και καθως παρεδωκα υμιν τας παραδοσεις κατεχετε

11:3 θελω δε υμας ειδεναι οτι παντος ανδρος η κεφαλη ο χριστος εστιν κεφαλη δε γυναικος ο ανηρ κεφαλη δε του χριστου ο θεος

11:4 πας ανηρ προσευχομενος η προφητευων κατα κεφαλης εχων καταισχυνει την κεφαλην αυτου

11:5 πασα δε γυνη προσευχομενη η προφητευουσα ακατακαλυπτω τη κεφαλη καταισχυνει την κεφαλην αυτης εν γαρ εστιν και το αυτο τη εξυρημενη

11:6 ει γαρ ου κατακαλυπτεται γυνη και κειρασθω ει δε αισχρον γυναικι το κειρασθαι η ξυρασθαι κατακαλυπτεσθω

11:7 ανηρ μεν γαρ ουκ οφειλει κατακαλυπτεσθαι την κεφαλην εικων και δοξα θεου υπαρχων η γυνη δε δοξα ανδρος εστιν

11:8 ου γαρ εστιν ανηρ εκ γυναικος αλλα γυνη εξ ανδρος

11:9 και γαρ ουκ εκτισθη ανηρ δια την γυναικα αλλα γυνη δια τον ανδρα

11:10 δια τουτο οφειλει η γυνη εξουσιαν εχειν επι της κεφαλης δια τους αγγελους

11:11 πλην ουτε γυνη χωρις ανδρος ουτε ανηρ χωρις γυναικος εν κυριω

11:12 ωσπερ γαρ η γυνη εκ του ανδρος ουτως και ο ανηρ δια της γυναικος τα δε παντα εκ του θεου

11:13 εν υμιν αυτοις κρινατε πρεπον εστιν γυναικα ακατακαλυπτον τω θεω προσευχεσθαι

11:14 ουδε η φυσις αυτη διδασκει υμας οτι ανηρ μεν εαν κομα ατιμια αυτω εστιν

11:15 γυνη δε εαν κομα δοξα αυτη εστιν οτι η κομη αντι περιβολαιου δεδοται αυτη

11:16 ει δε τις δοκει φιλονεικος ειναι ημεις τοιαυτην συνηθειαν ουκ εχομεν ουδε αι εκκλησιαι του θεου

11:17 τουτο δε παραγγελλων ουκ επαινω οτι ουκ εις το κρεισσον αλλα εις το ησσον συνερχεσθε

11:18 πρωτον μεν γαρ συνερχομενων υμων εν εκκλησια ακουω σχισματα εν υμιν υπαρχειν και μερος τι πιστευω

11:19 δει γαρ και αιρεσεις εν υμιν ειναι ινα [και] οι δοκιμοι φανεροι γενωνται εν υμιν

11:20 συνερχομενων ουν υμων επι το αυτο ουκ εστιν κυριακον δειπνον φαγειν

11:21 εκαστος γαρ το ιδιον δειπνον προλαμβανει εν τω φαγειν και ος μεν πεινα ος δε μεθυει

11:22 μη γαρ οικιας ουκ εχετε εις το εσθιειν και πινειν η της εκκλησιας του θεου καταφρονειτε και καταισχυνετε τους μη εχοντας τι ειπω υμιν επαινεσω υμας εν τουτω ουκ επαινω

11:23 εγω γαρ παρελαβον απο του κυριου ο και παρεδωκα υμιν οτι ο κυριος ιησους εν τη νυκτι η παρεδιδετο ελαβεν αρτον

11:24 και ευχαριστησας εκλασεν και ειπεν τουτο μου εστιν το σωμα το υπερ υμων τουτο ποιειτε εις την εμην αναμνησιν

11:25 ωσαυτως και το ποτηριον μετα το δειπνησαι λεγων τουτο το ποτηριον η καινη διαθηκη εστιν εν τω εμω αιματι τουτο ποιειτε οσακις εαν πινητε εις την εμην αναμνησιν

11:26 οσακις γαρ εαν εσθιητε τον αρτον τουτον και το ποτηριον πινητε τον θανατον του κυριου καταγγελλετε αχρις ου ελθη

11:27 ωστε ος αν εσθιη τον αρτον η πινη το ποτηριον του κυριου αναξιως ενοχος εσται του σωματος και του αιματος του κυριου

11:28 δοκιμαζετω δε ανθρωπος εαυτον και ουτως εκ του αρτου εσθιετω και εκ του ποτηριου πινετω

11:29 ο γαρ εσθιων και πινων κριμα εαυτω εσθιει και πινει μη διακρινων το σωμα

11:30 δια τουτο εν υμιν πολλοι ασθενεις και αρρωστοι και κοιμωνται ικανοι

11:31 ει δε εαυτους διεκρινομεν ουκ αν εκρινομεθα

11:32 κρινομενοι δε υπο του κυριου παιδευομεθα ινα μη συν τω κοσμω κατακριθωμεν

11:33 ωστε αδελφοι μου συνερχομενοι εις το φαγειν αλληλους εκδεχεσθε

11:34 ει τις πεινα εν οικω εσθιετω ινα μη εις κριμα συνερχησθε τα δε λοιπα ως αν ελθω διαταξομαι

 

Created with FREE HTMLCompiler by BibleDatabase