Index: Greek Wescott-Hort NT UTF8

 

1 Corinthians 15

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

15:1 γνωριζω δε υμιν αδελφοι το ευαγγελιον ο ευηγγελισαμην υμιν ο και παρελαβετε εν ω και εστηκατε

15:2 δι ου και σωζεσθε τινι λογω ευηγγελισαμην υμιν ει κατεχετε εκτος ει μη εικη επιστευσατε

15:3 παρεδωκα γαρ υμιν εν πρωτοις ο και παρελαβον οτι χριστος απεθανεν υπερ των αμαρτιων ημων κατα τας γραφας

15:4 και οτι εταφη και οτι εγηγερται τη ημερα τη τριτη κατα τας γραφας

15:5 και οτι ωφθη κηφα ειτα τοις δωδεκα

15:6 επειτα ωφθη επανω πεντακοσιοις αδελφοις εφαπαξ εξ ων οι πλειονες μενουσιν εως αρτι τινες δε εκοιμηθησαν

15:7 επειτα ωφθη ιακωβω ειτα τοις αποστολοις πασιν

15:8 εσχατον δε παντων ωσπερει τω εκτρωματι ωφθη καμοι

15:9 εγω γαρ ειμι ο ελαχιστος των αποστολων ος ουκ ειμι ικανος καλεισθαι αποστολος διοτι εδιωξα την εκκλησιαν του θεου

15:10 χαριτι δε θεου ειμι ο ειμι και η χαρις αυτου η εις εμε ου κενη εγενηθη αλλα περισσοτερον αυτων παντων εκοπιασα ουκ εγω δε αλλα η χαρις του θεου συν εμοι

15:11 ειτε ουν εγω ειτε εκεινοι ουτως κηρυσσομεν και ουτως επιστευσατε

15:12 ει δε χριστος κηρυσσεται οτι εκ νεκρων εγηγερται πως λεγουσιν εν υμιν τινες οτι αναστασις νεκρων ουκ εστιν

15:13 ει δε αναστασις νεκρων ουκ εστιν ουδε χριστος εγηγερται

15:14 ει δε χριστος ουκ εγηγερται κενον αρα το κηρυγμα ημων κενη και η πιστις ημων

15:15 ευρισκομεθα δε και ψευδομαρτυρες του θεου οτι εμαρτυρησαμεν κατα του θεου οτι ηγειρεν τον χριστον ον ουκ ηγειρεν ειπερ αρα νεκροι ουκ εγειρονται

15:16 ει γαρ νεκροι ουκ εγειρονται ουδε χριστος εγηγερται

15:17 ει δε χριστος ουκ εγηγερται ματαια η πιστις υμων [εστιν] ετι εστε εν ταις αμαρτιαις υμων

15:18 αρα και οι κοιμηθεντες εν χριστω απωλοντο

15:19 ει εν τη ζωη ταυτη εν χριστω ηλπικοτες εσμεν μονον ελεεινοτεροι παντων ανθρωπων εσμεν

15:20 νυνι δε χριστος εγηγερται εκ νεκρων απαρχη των κεκοιμημενων

15:21 επειδη γαρ δι ανθρωπου θανατος και δι ανθρωπου αναστασις νεκρων

15:22 ωσπερ γαρ εν τω αδαμ παντες αποθνησκουσιν ουτως και εν τω χριστω παντες ζωοποιηθησονται

15:23 εκαστος δε εν τω ιδιω ταγματι απαρχη χριστος επειτα οι του χριστου εν τη παρουσια αυτου

15:24 ειτα το τελος οταν παραδιδω την βασιλειαν τω θεω και πατρι οταν καταργηση πασαν αρχην και πασαν εξουσιαν και δυναμιν

15:25 δει γαρ αυτον βασιλευειν αχρις ου θη παντας τους εχθρους υπο τους ποδας αυτου

15:26 εσχατος εχθρος καταργειται ο θανατος

15:27 παντα γαρ υπεταξεν υπο τους ποδας αυτου οταν δε ειπη οτι παντα υποτετακται δηλον οτι εκτος του υποταξαντος αυτω τα παντα

15:28 οταν δε υποταγη αυτω τα παντα τοτε [και] αυτος ο υιος υποταγησεται τω υποταξαντι αυτω τα παντα ινα η ο θεος παντα εν πασιν

15:29 επει τι ποιησουσιν οι βαπτιζομενοι υπερ των νεκρων ει ολως νεκροι ουκ εγειρονται τι και βαπτιζονται υπερ αυτων

15:30 τι και ημεις κινδυνευομεν πασαν ωραν

15:31 καθ ημεραν αποθνησκω νη την υμετεραν καυχησιν αδελφοι ην εχω εν χριστω ιησου τω κυριω ημων

15:32 ει κατα ανθρωπον εθηριομαχησα εν εφεσω τι μοι το οφελος ει νεκροι ουκ εγειρονται φαγωμεν και πιωμεν αυριον γαρ αποθνησκομεν

15:33 μη πλανασθε φθειρουσιν ηθη χρηστα ομιλιαι κακαι

15:34 εκνηψατε δικαιως και μη αμαρτανετε αγνωσιαν γαρ θεου τινες εχουσιν προς εντροπην υμιν λαλω

15:35 αλλα ερει τις πως εγειρονται οι νεκροι ποιω δε σωματι ερχονται

15:36 αφρων συ ο σπειρεις ου ζωοποιειται εαν μη αποθανη

15:37 και ο σπειρεις ου το σωμα το γενησομενον σπειρεις αλλα γυμνον κοκκον ει τυχοι σιτου η τινος των λοιπων

15:38 ο δε θεος διδωσιν αυτω σωμα καθως ηθελησεν και εκαστω των σπερματων ιδιον σωμα

15:39 ου πασα σαρξ η αυτη σαρξ αλλα αλλη μεν ανθρωπων αλλη δε σαρξ κτηνων αλλη δε σαρξ πτηνων αλλη δε ιχθυων

15:40 και σωματα επουρανια και σωματα επιγεια αλλα ετερα μεν η των επουρανιων δοξα ετερα δε η των επιγειων

15:41 αλλη δοξα ηλιου και αλλη δοξα σεληνης και αλλη δοξα αστερων αστηρ γαρ αστερος διαφερει εν δοξη

15:42 ουτως και η αναστασις των νεκρων σπειρεται εν φθορα εγειρεται εν αφθαρσια

15:43 σπειρεται εν ατιμια εγειρεται εν δοξη σπειρεται εν ασθενεια εγειρεται εν δυναμει

15:44 σπειρεται σωμα ψυχικον εγειρεται σωμα πνευματικον ει εστιν σωμα ψυχικον εστιν και πνευματικον

15:45 ουτως και γεγραπται εγενετο ο πρωτος ανθρωπος αδαμ εις ψυχην ζωσαν ο εσχατος αδαμ εις πνευμα ζωοποιουν

15:46 αλλ ου πρωτον το πνευματικον αλλα το ψυχικον επειτα το πνευματικον

15:47 ο πρωτος ανθρωπος εκ γης χοικος ο δευτερος ανθρωπος εξ ουρανου

15:48 οιος ο χοικος τοιουτοι και οι χοικοι και οιος ο επουρανιος τοιουτοι και οι επουρανιοι

15:49 και καθως εφορεσαμεν την εικονα του χοικου φορεσωμεν και την εικονα του επουρανιου

15:50 τουτο δε φημι αδελφοι οτι σαρξ και αιμα βασιλειαν θεου κληρονομησαι ου δυναται ουδε η φθορα την αφθαρσιαν κληρονομει

15:51 ιδου μυστηριον υμιν λεγω παντες ου κοιμηθησομεθα παντες δε αλλαγησομεθα

15:52 εν ατομω εν ριπη οφθαλμου εν τη εσχατη σαλπιγγι σαλπισει γαρ και οι νεκροι εγερθησονται αφθαρτοι και ημεις αλλαγησομεθα

15:53 δει γαρ το φθαρτον τουτο ενδυσασθαι αφθαρσιαν και το θνητον τουτο ενδυσασθαι αθανασιαν

15:54 οταν δε το θνητον τουτο ενδυσηται [την] αθανασιαν τοτε γενησεται ο λογος ο γεγραμμενος κατεποθη ο θανατος εις νικος

15:55 που σου θανατε το νικος που σου θανατε το κεντρον

15:56 το δε κεντρον του θανατου η αμαρτια η δε δυναμις της αμαρτιας ο νομος

15:57 τω δε θεω χαρις τω διδοντι ημιν το νικος δια του κυριου ημων ιησου χριστου

15:58 ωστε αδελφοι μου αγαπητοι εδραιοι γινεσθε αμετακινητοι περισσευοντες εν τω εργω του κυριου παντοτε ειδοτες οτι ο κοπος υμων ουκ εστιν κενος εν κυριω

 

Created with FREE HTMLCompiler by BibleDatabase