Index: Greek Wescott-Hort NT UTF8

 

1 Corinthians 16

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13] [14] [15] [16]

16:1 περι δε της λογειας της εις τους αγιους ωσπερ διεταξα ταις εκκλησιαις της γαλατιας ουτως και υμεις ποιησατε

16:2 κατα μιαν σαββατου εκαστος υμων παρ εαυτω τιθετω θησαυριζων ο τι εαν ευοδωται ινα μη οταν ελθω τοτε λογειαι γινωνται

16:3 οταν δε παραγενωμαι ους εαν δοκιμασητε δι επιστολων τουτους πεμψω απενεγκειν την χαριν υμων εις ιερουσαλημ

16:4 εαν δε αξιον η του καμε πορευεσθαι συν εμοι πορευσονται

16:5 ελευσομαι δε προς υμας οταν μακεδονιαν διελθω μακεδονιαν γαρ διερχομαι

16:6 προς υμας δε τυχον καταμενω η παραχειμασω ινα υμεις με προπεμψητε ου εαν πορευωμαι

16:7 ου θελω γαρ υμας αρτι εν παροδω ιδειν ελπιζω γαρ χρονον τινα επιμειναι προς υμας εαν ο κυριος επιτρεψη

16:8 επιμενω δε εν εφεσω εως της πεντηκοστης

16:9 θυρα γαρ μοι ανεωγεν μεγαλη και ενεργης και αντικειμενοι πολλοι

16:10 εαν δε ελθη τιμοθεος βλεπετε ινα αφοβως γενηται προς υμας το γαρ εργον κυριου εργαζεται ως εγω

16:11 μη τις ουν αυτον εξουθενηση προπεμψατε δε αυτον εν ειρηνη ινα ελθη προς με εκδεχομαι γαρ αυτον μετα των αδελφων

16:12 περι δε απολλω του αδελφου πολλα παρεκαλεσα αυτον ινα ελθη προς υμας μετα των αδελφων και παντως ουκ ην θελημα ινα νυν ελθη ελευσεται δε οταν ευκαιρηση

16:13 γρηγορειτε στηκετε εν τη πιστει ανδριζεσθε κραταιουσθε

16:14 παντα υμων εν αγαπη γινεσθω

16:15 παρακαλω δε υμας αδελφοι οιδατε την οικιαν στεφανα οτι εστιν απαρχη της αχαιας και εις διακονιαν τοις αγιοις εταξαν εαυτους

16:16 ινα και υμεις υποτασσησθε τοις τοιουτοις και παντι τω συνεργουντι και κοπιωντι

16:17 χαιρω δε επι τη παρουσια στεφανα και φορτουνατου και αχαικου οτι το υμετερον υστερημα ουτοι ανεπληρωσαν

16:18 ανεπαυσαν γαρ το εμον πνευμα και το υμων επιγινωσκετε ουν τους τοιουτους

16:19 ασπαζονται υμας αι εκκλησιαι της ασιας ασπαζεται υμας εν κυριω πολλα ακυλας και πρισκα συν τη κατ οικον αυτων εκκλησια

16:20 ασπαζονται υμας οι αδελφοι παντες ασπασασθε αλληλους εν φιληματι αγιω

16:21 ο ασπασμος τη εμη χειρι παυλου

16:22 ει τις ου φιλει τον κυριον ητω αναθεμα μαρανα θα

16:23 η χαρις του κυριου ιησου μεθ υμων

16:24 η αγαπη μου μετα παντων υμων εν χριστω ιησου

 

Created with FREE HTMLCompiler by BibleDatabase