Index: Greek Wescott-Hort NT UTF8

 

2 Corinthians 2

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13]

2:1 εκρινα γαρ εμαυτω τουτο το μη παλιν εν λυπη προς υμας ελθειν

2:2 ει γαρ εγω λυπω υμας και τις ο ευφραινων με ει μη ο λυπουμενος εξ εμου

2:3 και εγραψα τουτο αυτο ινα μη ελθων λυπην σχω αφ ων εδει με χαιρειν πεποιθως επι παντας υμας οτι η εμη χαρα παντων υμων εστιν

2:4 εκ γαρ πολλης θλιψεως και συνοχης καρδιας εγραψα υμιν δια πολλων δακρυων ουχ ινα λυπηθητε αλλα την αγαπην ινα γνωτε ην εχω περισσοτερως εις υμας

2:5 ει δε τις λελυπηκεν ουκ εμε λελυπηκεν αλλα απο μερους ινα μη επιβαρω παντας υμας

2:6 ικανον τω τοιουτω η επιτιμια αυτη η υπο των πλειονων

2:7 ωστε τουναντιον υμας χαρισασθαι και παρακαλεσαι μη πως τη περισσοτερα λυπη καταποθη ο τοιουτος

2:8 διο παρακαλω υμας κυρωσαι εις αυτον αγαπην

2:9 εις τουτο γαρ και εγραψα ινα γνω την δοκιμην υμων ει εις παντα υπηκοοι εστε

2:10 ω δε τι χαριζεσθε καγω και γαρ εγω ο κεχαρισμαι ει τι κεχαρισμαι δι υμας εν προσωπω χριστου

2:11 ινα μη πλεονεκτηθωμεν υπο του σατανα ου γαρ αυτου τα νοηματα αγνοουμεν

2:12 ελθων δε εις την τρωαδα εις το ευαγγελιον του χριστου και θυρας μοι ανεωγμενης εν κυριω

2:13 ουκ εσχηκα ανεσιν τω πνευματι μου τω μη ευρειν με τιτον τον αδελφον μου αλλα αποταξαμενος αυτοις εξηλθον εις μακεδονιαν

2:14 τω δε θεω χαρις τω παντοτε θριαμβευοντι ημας εν τω χριστω και την οσμην της γνωσεως αυτου φανερουντι δι ημων εν παντι τοπω

2:15 οτι χριστου ευωδια εσμεν τω θεω εν τοις σωζομενοις και εν τοις απολλυμενοις

2:16 οις μεν οσμη εκ θανατου εις θανατον οις δε οσμη εκ ζωης εις ζωην και προς ταυτα τις ικανος

2:17 ου γαρ εσμεν ως οι πολλοι καπηλευοντες τον λογον του θεου αλλ ως εξ ειλικρινειας αλλ ως εκ θεου κατεναντι θεου εν χριστω λαλουμεν

 

Created with FREE HTMLCompiler by BibleDatabase