Index: Greek Wescott-Hort NT UTF8

 

2 Corinthians 13

[1] [2] [3] [4] [5] [6] [7] [8] [9] [10] [11] [12] [13]

13:1 τριτον τουτο ερχομαι προς υμας επι στοματος δυο μαρτυρων και τριων σταθησεται παν ρημα

13:2 προειρηκα και προλεγω ως παρων το δευτερον και απων νυν τοις προημαρτηκοσιν και τοις λοιποις πασιν οτι εαν ελθω εις το παλιν ου φεισομαι

13:3 επει δοκιμην ζητειτε του εν εμοι λαλουντος χριστου ος εις υμας ουκ ασθενει αλλα δυνατει εν υμιν

13:4 και γαρ εσταυρωθη εξ ασθενειας αλλα ζη εκ δυναμεως θεου και γαρ ημεις ασθενουμεν εν αυτω αλλα ζησομεν συν αυτω εκ δυναμεως θεου [εις υμας]

13:5 εαυτους πειραζετε ει εστε εν τη πιστει εαυτους δοκιμαζετε η ουκ επιγινωσκετε εαυτους οτι ιησους χριστος εν υμιν ει μητι αδοκιμοι εστε

13:6 ελπιζω δε οτι γνωσεσθε οτι ημεις ουκ εσμεν αδοκιμοι

13:7 ευχομεθα δε προς τον θεον μη ποιησαι υμας κακον μηδεν ουχ ινα ημεις δοκιμοι φανωμεν αλλ ινα υμεις το καλον ποιητε ημεις δε ως αδοκιμοι ωμεν

13:8 ου γαρ δυναμεθα τι κατα της αληθειας αλλα υπερ της αληθειας

13:9 χαιρομεν γαρ οταν ημεις ασθενωμεν υμεις δε δυνατοι ητε τουτο και ευχομεθα την υμων καταρτισιν

13:10 δια τουτο ταυτα απων γραφω ινα παρων μη αποτομως χρησωμαι κατα την εξουσιαν ην ο κυριος εδωκεν μοι εις οικοδομην και ουκ εις καθαιρεσιν

13:11 λοιπον αδελφοι χαιρετε καταρτιζεσθε παρακαλεισθε το αυτο φρονειτε ειρηνευετε και ο θεος της αγαπης και ειρηνης εσται μεθ υμων

13:12 ασπασασθε αλληλους εν αγιω φιληματι

13:13 [13 12] ασπαζονται υμας οι αγιοι παντες

13:14 [13 13] η χαρις του κυριου ιησου [χριστου] και η αγαπη του θεου και η κοινωνια του αγιου πνευματος μετα παντων υμων

 

Created with FREE HTMLCompiler by BibleDatabase