Index: Greek Wescott-Hort NT UTF8

 

Galatians 1

[1] [2] [3] [4] [5] [6]

1:1 παυλος αποστολος ουκ απ ανθρωπων ουδε δι ανθρωπου αλλα δια ιησου χριστου και θεου πατρος του εγειραντος αυτον εκ νεκρων

1:2 και οι συν εμοι παντες αδελφοι ταις εκκλησιαις της γαλατιας

1:3 χαρις υμιν και ειρηνη απο θεου πατρος ημων και κυριου ιησου χριστου

1:4 του δοντος εαυτον υπερ των αμαρτιων ημων οπως εξεληται ημας εκ του αιωνος του ενεστωτος πονηρου κατα το θελημα του θεου και πατρος ημων

1:5 ω η δοξα εις τους αιωνας των αιωνων αμην

1:6 θαυμαζω οτι ουτως ταχεως μετατιθεσθε απο του καλεσαντος υμας εν χαριτι χριστου εις ετερον ευαγγελιον

1:7 ο ουκ εστιν αλλο ει μη τινες εισιν οι ταρασσοντες υμας και θελοντες μεταστρεψαι το ευαγγελιον του χριστου

1:8 αλλα και εαν ημεις η αγγελος εξ ουρανου ευαγγελισηται [υμιν] παρ ο ευηγγελισαμεθα υμιν αναθεμα εστω

1:9 ως προειρηκαμεν και αρτι παλιν λεγω ει τις υμας ευαγγελιζεται παρ ο παρελαβετε αναθεμα εστω

1:10 αρτι γαρ ανθρωπους πειθω η τον θεον η ζητω ανθρωποις αρεσκειν ει ετι ανθρωποις ηρεσκον χριστου δουλος ουκ αν ημην

1:11 γνωριζω γαρ υμιν αδελφοι το ευαγγελιον το ευαγγελισθεν υπ εμου οτι ουκ εστιν κατα ανθρωπον

1:12 ουδε γαρ εγω παρα ανθρωπου παρελαβον αυτο ουτε εδιδαχθην αλλα δι αποκαλυψεως ιησου χριστου

1:13 ηκουσατε γαρ την εμην αναστροφην ποτε εν τω ιουδαισμω οτι καθ υπερβολην εδιωκον την εκκλησιαν του θεου και επορθουν αυτην

1:14 και προεκοπτον εν τω ιουδαισμω υπερ πολλους συνηλικιωτας εν τω γενει μου περισσοτερως ζηλωτης υπαρχων των πατρικων μου παραδοσεων

1:15 οτε δε ευδοκησεν [ο θεος] ο αφορισας με εκ κοιλιας μητρος μου και καλεσας δια της χαριτος αυτου

1:16 αποκαλυψαι τον υιον αυτου εν εμοι ινα ευαγγελιζωμαι αυτον εν τοις εθνεσιν ευθεως ου προσανεθεμην σαρκι και αιματι

1:17 ουδε ανηλθον εις ιεροσολυμα προς τους προ εμου αποστολους αλλα απηλθον εις αραβιαν και παλιν υπεστρεψα εις δαμασκον

1:18 επειτα μετα τρια ετη ανηλθον εις ιεροσολυμα ιστορησαι κηφαν και επεμεινα προς αυτον ημερας δεκαπεντε

1:19 ετερον δε των αποστολων ουκ ειδον ει μη ιακωβον τον αδελφον του κυριου

1:20 α δε γραφω υμιν ιδου ενωπιον του θεου οτι ου ψευδομαι

1:21 επειτα ηλθον εις τα κλιματα της συριας και [της] κιλικιας

1:22 ημην δε αγνοουμενος τω προσωπω ταις εκκλησιαις της ιουδαιας ταις εν χριστω

1:23 μονον δε ακουοντες ησαν οτι ο διωκων ημας ποτε νυν ευαγγελιζεται την πιστιν ην ποτε επορθει

1:24 και εδοξαζον εν εμοι τον θεον

 

Created with FREE HTMLCompiler by BibleDatabase