Index: Greek Wescott-Hort NT UTF8

 

Galatians 3

[1] [2] [3] [4] [5] [6]

3:1 ω ανοητοι γαλαται τις υμας εβασκανεν οις κατ οφθαλμους ιησους χριστος προεγραφη εσταυρωμενος

3:2 τουτο μονον θελω μαθειν αφ υμων εξ εργων νομου το πνευμα ελαβετε η εξ ακοης πιστεως

3:3 ουτως ανοητοι εστε εναρξαμενοι πνευματι νυν σαρκι επιτελεισθε

3:4 τοσαυτα επαθετε εικη ει γε και εικη

3:5 ο ουν επιχορηγων υμιν το πνευμα και ενεργων δυναμεις εν υμιν εξ εργων νομου η εξ ακοης πιστεως

3:6 καθως αβρααμ επιστευσεν τω θεω και ελογισθη αυτω εις δικαιοσυνην

3:7 γινωσκετε αρα οτι οι εκ πιστεως ουτοι υιοι εισιν αβρααμ

3:8 προιδουσα δε η γραφη οτι εκ πιστεως δικαιοι τα εθνη ο θεος προευηγγελισατο τω αβρααμ οτι ενευλογηθησονται εν σοι παντα τα εθνη

3:9 ωστε οι εκ πιστεως ευλογουνται συν τω πιστω αβρααμ

3:10 οσοι γαρ εξ εργων νομου εισιν υπο καταραν εισιν γεγραπται γαρ οτι επικαταρατος πας ος ουκ εμμενει πασιν τοις γεγραμμενοις εν τω βιβλιω του νομου του ποιησαι αυτα

3:11 οτι δε εν νομω ουδεις δικαιουται παρα τω θεω δηλον οτι ο δικαιος εκ πιστεως ζησεται

3:12 ο δε νομος ουκ εστιν εκ πιστεως αλλ ο ποιησας αυτα ζησεται εν αυτοις

3:13 χριστος ημας εξηγορασεν εκ της καταρας του νομου γενομενος υπερ ημων καταρα οτι γεγραπται επικαταρατος πας ο κρεμαμενος επι ξυλου

3:14 ινα εις τα εθνη η ευλογια του αβρααμ γενηται εν ιησου χριστω ινα την επαγγελιαν του πνευματος λαβωμεν δια της πιστεως

3:15 αδελφοι κατα ανθρωπον λεγω ομως ανθρωπου κεκυρωμενην διαθηκην ουδεις αθετει η επιδιατασσεται

3:16 τω δε αβρααμ ερρεθησαν αι επαγγελιαι και τω σπερματι αυτου ου λεγει και τοις σπερμασιν ως επι πολλων αλλ ως εφ ενος και τω σπερματι σου ος εστιν χριστος

3:17 τουτο δε λεγω διαθηκην προκεκυρωμενην υπο του θεου ο μετα τετρακοσια και τριακοντα ετη γεγονως νομος ουκ ακυροι εις το καταργησαι την επαγγελιαν

3:18 ει γαρ εκ νομου η κληρονομια ουκετι εξ επαγγελιας τω δε αβρααμ δι επαγγελιας κεχαρισται ο θεος

3:19 τι ουν ο νομος των παραβασεων χαριν προσετεθη αχρις αν ελθη το σπερμα ω επηγγελται διαταγεις δι αγγελων εν χειρι μεσιτου

3:20 ο δε μεσιτης ενος ουκ εστιν ο δε θεος εις εστιν

3:21 ο ουν νομος κατα των επαγγελιων [του θεου] μη γενοιτο ει γαρ εδοθη νομος ο δυναμενος ζωοποιησαι οντως εν νομω αν ην η δικαιοσυνη

3:22 αλλα συνεκλεισεν η γραφη τα παντα υπο αμαρτιαν ινα η επαγγελια εκ πιστεως ιησου χριστου δοθη τοις πιστευουσιν

3:23 προ του δε ελθειν την πιστιν υπο νομον εφρουρουμεθα συγκλειομενοι εις την μελλουσαν πιστιν αποκαλυφθηναι

3:24 ωστε ο νομος παιδαγωγος ημων γεγονεν εις χριστον ινα εκ πιστεως δικαιωθωμεν

3:25 ελθουσης δε της πιστεως ουκετι υπο παιδαγωγον εσμεν

3:26 παντες γαρ υιοι θεου εστε δια της πιστεως εν χριστω ιησου

3:27 οσοι γαρ εις χριστον εβαπτισθητε χριστον ενεδυσασθε

3:28 ουκ ενι ιουδαιος ουδε ελλην ουκ ενι δουλος ουδε ελευθερος ουκ ενι αρσεν και θηλυ παντες γαρ υμεις εις εστε εν χριστω ιησου

3:29 ει δε υμεις χριστου αρα του αβρααμ σπερμα εστε κατ επαγγελιαν κληρονομοι

 

Created with FREE HTMLCompiler by BibleDatabase