Index: Greek Wescott-Hort NT UTF8

 

Galatians 5

[1] [2] [3] [4] [5] [6]

5:1 τη ελευθερια ημας χριστος ηλευθερωσεν στηκετε ουν και μη παλιν ζυγω δουλειας ενεχεσθε

5:2 ιδε εγω παυλος λεγω υμιν οτι εαν περιτεμνησθε χριστος υμας ουδεν ωφελησει

5:3 μαρτυρομαι δε παλιν παντι ανθρωπω περιτεμνομενω οτι οφειλετης εστιν ολον τον νομον ποιησαι

5:4 κατηργηθητε απο χριστου οιτινες εν νομω δικαιουσθε της χαριτος εξεπεσατε

5:5 ημεις γαρ πνευματι εκ πιστεως ελπιδα δικαιοσυνης απεκδεχομεθα

5:6 εν γαρ χριστω [ιησου] ουτε περιτομη τι ισχυει ουτε ακροβυστια αλλα πιστις δι αγαπης ενεργουμενη

5:7 ετρεχετε καλως τις υμας ενεκοψεν αληθεια μη πειθεσθαι

5:8 η πεισμονη ουκ εκ του καλουντος υμας

5:9 μικρα ζυμη ολον το φυραμα ζυμοι

5:10 εγω πεποιθα εις υμας εν κυριω οτι ουδεν αλλο φρονησετε ο δε ταρασσων υμας βαστασει το κριμα οστις εαν η

5:11 εγω δε αδελφοι ει περιτομην ετι κηρυσσω τι ετι διωκομαι αρα κατηργηται το σκανδαλον του σταυρου

5:12 οφελον και αποκοψονται οι αναστατουντες υμας

5:13 υμεις γαρ επ ελευθερια εκληθητε αδελφοι μονον μη την ελευθεριαν εις αφορμην τη σαρκι αλλα δια της αγαπης δουλευετε αλληλοις

5:14 ο γαρ πας νομος εν ενι λογω πεπληρωται εν τω αγαπησεις τον πλησιον σου ως σεαυτον

5:15 ει δε αλληλους δακνετε και κατεσθιετε βλεπετε μη υπ αλληλων αναλωθητε

5:16 λεγω δε πνευματι περιπατειτε και επιθυμιαν σαρκος ου μη τελεσητε

5:17 η γαρ σαρξ επιθυμει κατα του πνευματος το δε πνευμα κατα της σαρκος ταυτα γαρ αλληλοις αντικειται ινα μη α εαν θελητε ταυτα ποιητε

5:18 ει δε πνευματι αγεσθε ουκ εστε υπο νομον

5:19 φανερα δε εστιν τα εργα της σαρκος ατινα εστιν πορνεια ακαθαρσια ασελγεια

5:20 ειδωλολατρια φαρμακεια εχθραι ερις ζηλος θυμοι εριθειαι διχοστασιαι αιρεσεις

5:21 φθονοι μεθαι κωμοι και τα ομοια τουτοις α προλεγω υμιν καθως προειπον οτι οι τα τοιαυτα πρασσοντες βασιλειαν θεου ου κληρονομησουσιν

5:22 ο δε καρπος του πνευματος εστιν αγαπη χαρα ειρηνη μακροθυμια χρηστοτης αγαθωσυνη πιστις

5:23 πραυτης εγκρατεια κατα των τοιουτων ουκ εστιν νομος

5:24 οι δε του χριστου ιησου την σαρκα εσταυρωσαν συν τοις παθημασιν και ταις επιθυμιαις

5:25 ει ζωμεν πνευματι πνευματι και στοιχωμεν

5:26 μη γινωμεθα κενοδοξοι αλληλους προκαλουμενοι αλληλοις φθονουντες

 

Created with FREE HTMLCompiler by BibleDatabase