Index: Greek Wescott-Hort NT UTF8

 

Galatians 6

[1] [2] [3] [4] [5] [6]

6:1 αδελφοι εαν και προλημφθη ανθρωπος εν τινι παραπτωματι υμεις οι πνευματικοι καταρτιζετε τον τοιουτον εν πνευματι πραυτητος σκοπων σεαυτον μη και συ πειρασθης

6:2 αλληλων τα βαρη βασταζετε και ουτως αναπληρωσατε τον νομον του χριστου

6:3 ει γαρ δοκει τις ειναι τι μηδεν ων φρεναπατα εαυτον

6:4 το δε εργον εαυτου δοκιμαζετω [εκαστος] και τοτε εις εαυτον μονον το καυχημα εξει και ουκ εις τον ετερον

6:5 εκαστος γαρ το ιδιον φορτιον βαστασει

6:6 κοινωνειτω δε ο κατηχουμενος τον λογον τω κατηχουντι εν πασιν αγαθοις

6:7 μη πλανασθε θεος ου μυκτηριζεται ο γαρ εαν σπειρη ανθρωπος τουτο και θερισει

6:8 οτι ο σπειρων εις την σαρκα εαυτου εκ της σαρκος θερισει φθοραν ο δε σπειρων εις το πνευμα εκ του πνευματος θερισει ζωην αιωνιον

6:9 το δε καλον ποιουντες μη εγκακωμεν καιρω γαρ ιδιω θερισομεν μη εκλυομενοι

6:10 αρα ουν ως καιρον εχωμεν εργαζωμεθα το αγαθον προς παντας μαλιστα δε προς τους οικειους της πιστεως

6:11 ιδετε πηλικοις υμιν γραμμασιν εγραψα τη εμη χειρι

6:12 οσοι θελουσιν ευπροσωπησαι εν σαρκι ουτοι αναγκαζουσιν υμας περιτεμνεσθαι μονον ινα τω σταυρω του χριστου [ιησου] μη διωκωνται

6:13 ουδε γαρ οι περιτεμνομενοι αυτοι νομον φυλασσουσιν αλλα θελουσιν υμας περιτεμνεσθαι ινα εν τη υμετερα σαρκι καυχησωνται

6:14 εμοι δε μη γενοιτο καυχασθαι ει μη εν τω σταυρω του κυριου ημων ιησου χριστου δι ου εμοι κοσμος εσταυρωται καγω κοσμω

6:15 ουτε γαρ περιτομη τι εστιν ουτε ακροβυστια αλλα καινη κτισις

6:16 και οσοι τω κανονι τουτω στοιχησουσιν ειρηνη επ αυτους και ελεος και επι τον ισραηλ του θεου

6:17 του λοιπου κοπους μοι μηδεις παρεχετω εγω γαρ τα στιγματα του ιησου εν τω σωματι μου βασταζω

6:18 η χαρις του κυριου [ημων] ιησου χριστου μετα του πνευματος υμων αδελφοι αμην

 

Created with FREE HTMLCompiler by BibleDatabase