Index: Greek Wescott-Hort NT UTF8

 

Ephesians 2

[1] [2] [3] [4] [5] [6]

2:1 και υμας οντας νεκρους τοις παραπτωμασιν και ταις αμαρτιαις υμων

2:2 εν αις ποτε περιεπατησατε κατα τον αιωνα του κοσμου τουτου κατα τον αρχοντα της εξουσιας του αερος του πνευματος του νυν ενεργουντος εν τοις υιοις της απειθειας

2:3 εν οις και ημεις παντες ανεστραφημεν ποτε εν ταις επιθυμιαις της σαρκος ημων ποιουντες τα θεληματα της σαρκος και των διανοιων και ημεθα τεκνα φυσει οργης ως και οι λοιποι

2:4 ο δε θεος πλουσιος ων εν ελεει δια την πολλην αγαπην αυτου ην ηγαπησεν ημας

2:5 και οντας ημας νεκρους τοις παραπτωμασιν συνεζωοποιησεν τω χριστω χαριτι εστε σεσωσμενοι

2:6 και συνηγειρεν και συνεκαθισεν εν τοις επουρανιοις εν χριστω ιησου

2:7 ινα ενδειξηται εν τοις αιωσιν τοις επερχομενοις το υπερβαλλον πλουτος της χαριτος αυτου εν χρηστοτητι εφ ημας εν χριστω ιησου

2:8 τη γαρ χαριτι εστε σεσωσμενοι δια πιστεως και τουτο ουκ εξ υμων θεου το δωρον

2:9 ουκ εξ εργων ινα μη τις καυχησηται

2:10 αυτου γαρ εσμεν ποιημα κτισθεντες εν χριστω ιησου επι εργοις αγαθοις οις προητοιμασεν ο θεος ινα εν αυτοις περιπατησωμεν

2:11 διο μνημονευετε οτι ποτε υμεις τα εθνη εν σαρκι οι λεγομενοι ακροβυστια υπο της λεγομενης περιτομης εν σαρκι χειροποιητου

2:12 οτι ητε τω καιρω εκεινω χωρις χριστου απηλλοτριωμενοι της πολιτειας του ισραηλ και ξενοι των διαθηκων της επαγγελιας ελπιδα μη εχοντες και αθεοι εν τω κοσμω

2:13 νυνι δε εν χριστω ιησου υμεις οι ποτε οντες μακραν εγενηθητε εγγυς εν τω αιματι του χριστου

2:14 αυτος γαρ εστιν η ειρηνη ημων ο ποιησας τα αμφοτερα εν και το μεσοτοιχον του φραγμου λυσας

2:15 την εχθραν εν τη σαρκι αυτου τον νομον των εντολων εν δογμασιν καταργησας ινα τους δυο κτιση εν αυτω εις ενα καινον ανθρωπον ποιων ειρηνην

2:16 και αποκαταλλαξη τους αμφοτερους εν ενι σωματι τω θεω δια του σταυρου αποκτεινας την εχθραν εν αυτω

2:17 και ελθων ευηγγελισατο ειρηνην υμιν τοις μακραν και ειρηνην τοις εγγυς

2:18 οτι δι αυτου εχομεν την προσαγωγην οι αμφοτεροι εν ενι πνευματι προς τον πατερα

2:19 αρα ουν ουκετι εστε ξενοι και παροικοι αλλα εστε συμπολιται των αγιων και οικειοι του θεου

2:20 εποικοδομηθεντες επι τω θεμελιω των αποστολων και προφητων οντος ακρογωνιαιου αυτου χριστου ιησου

2:21 εν ω πασα οικοδομη συναρμολογουμενη αυξει εις ναον αγιον εν κυριω

2:22 εν ω και υμεις συνοικοδομεισθε εις κατοικητηριον του θεου εν πνευματι

 

Created with FREE HTMLCompiler by BibleDatabase