Index: Greek Wescott-Hort NT UTF8

 

Ephesians 3

[1] [2] [3] [4] [5] [6]

3:1 τουτου χαριν εγω παυλος ο δεσμιος του χριστου ιησου υπερ υμων των εθνων

3:2 ει γε ηκουσατε την οικονομιαν της χαριτος του θεου της δοθεισης μοι εις υμας

3:3 [οτι] κατα αποκαλυψιν εγνωρισθη μοι το μυστηριον καθως προεγραψα εν ολιγω

3:4 προς ο δυνασθε αναγινωσκοντες νοησαι την συνεσιν μου εν τω μυστηριω του χριστου

3:5 ο ετεραις γενεαις ουκ εγνωρισθη τοις υιοις των ανθρωπων ως νυν απεκαλυφθη τοις αγιοις αποστολοις αυτου και προφηταις εν πνευματι

3:6 ειναι τα εθνη συγκληρονομα και συσσωμα και συμμετοχα της επαγγελιας εν χριστω ιησου δια του ευαγγελιου

3:7 ου εγενηθην διακονος κατα την δωρεαν της χαριτος του θεου της δοθεισης μοι κατα την ενεργειαν της δυναμεως αυτου

3:8 εμοι τω ελαχιστοτερω παντων αγιων εδοθη η χαρις αυτη τοις εθνεσιν ευαγγελισασθαι το ανεξιχνιαστον πλουτος του χριστου

3:9 και φωτισαι τις η οικονομια του μυστηριου του αποκεκρυμμενου απο των αιωνων εν τω θεω τω τα παντα κτισαντι

3:10 ινα γνωρισθη νυν ταις αρχαις και ταις εξουσιαις εν τοις επουρανιοις δια της εκκλησιας η πολυποικιλος σοφια του θεου

3:11 κατα προθεσιν των αιωνων ην εποιησεν εν τω χριστω ιησου τω κυριω ημων

3:12 εν ω εχομεν την παρρησιαν και προσαγωγην εν πεποιθησει δια της πιστεως αυτου

3:13 διο αιτουμαι μη εγκακειν εν ταις θλιψεσιν μου υπερ υμων ητις εστιν δοξα υμων

3:14 τουτου χαριν καμπτω τα γονατα μου προς τον πατερα

3:15 εξ ου πασα πατρια εν ουρανοις και επι γης ονομαζεται

3:16 ινα δω υμιν κατα το πλουτος της δοξης αυτου δυναμει κραταιωθηναι δια του πνευματος αυτου εις τον εσω ανθρωπον

3:17 κατοικησαι τον χριστον δια της πιστεως εν ταις καρδιαις υμων

3:18 εν αγαπη ερριζωμενοι και τεθεμελιωμενοι [3 18] ινα εξισχυσητε καταλαβεσθαι συν πασιν τοις αγιοις τι το πλατος και μηκος και υψος και βαθος

3:19 γνωναι τε την υπερβαλλουσαν της γνωσεως αγαπην του χριστου ινα πληρωθητε εις παν το πληρωμα του θεου

3:20 τω δε δυναμενω υπερ παντα ποιησαι υπερ εκ περισσου ων αιτουμεθα η νοουμεν κατα την δυναμιν την ενεργουμενην εν ημιν

3:21 αυτω η δοξα εν τη εκκλησια και εν χριστω ιησου εις πασας τας γενεας του αιωνος των αιωνων αμην

 

Created with FREE HTMLCompiler by BibleDatabase