Index: Greek Wescott-Hort NT UTF8

 

Ephesians 4

[1] [2] [3] [4] [5] [6]

4:1 παρακαλω ουν υμας εγω ο δεσμιος εν κυριω αξιως περιπατησαι της κλησεως ης εκληθητε

4:2 μετα πασης ταπεινοφροσυνης και πραυτητος μετα μακροθυμιας ανεχομενοι αλληλων εν αγαπη

4:3 σπουδαζοντες τηρειν την ενοτητα του πνευματος εν τω συνδεσμω της ειρηνης

4:4 εν σωμα και εν πνευμα καθως [και] εκληθητε εν μια ελπιδι της κλησεως υμων

4:5 εις κυριος μια πιστις εν βαπτισμα

4:6 εις θεος και πατηρ παντων ο επι παντων και δια παντων και εν πασιν

4:7 ενι δε εκαστω ημων εδοθη [η] χαρις κατα το μετρον της δωρεας του χριστου

4:8 διο λεγει αναβας εις υψος ηχμαλωτευσεν αιχμαλωσιαν [και] εδωκεν δοματα τοις ανθρωποις

4:9 το δε ανεβη τι εστιν ει μη οτι και κατεβη εις τα κατωτερα μερη της γης

4:10 ο καταβας αυτος εστιν και ο αναβας υπερανω παντων των ουρανων ινα πληρωση τα παντα

4:11 και αυτος εδωκεν τους μεν αποστολους τους δε προφητας τους δε ευαγγελιστας τους δε ποιμενας και διδασκαλους

4:12 προς τον καταρτισμον των αγιων εις εργον διακονιας εις οικοδομην του σωματος του χριστου

4:13 μεχρι καταντησωμεν οι παντες εις την ενοτητα της πιστεως και της επιγνωσεως του υιου του θεου εις ανδρα τελειον εις μετρον ηλικιας του πληρωματος του χριστου

4:14 ινα μηκετι ωμεν νηπιοι κλυδωνιζομενοι και περιφερομενοι παντι ανεμω της διδασκαλιας εν τη κυβεια των ανθρωπων εν πανουργια προς την μεθοδειαν της πλανης

4:15 αληθευοντες δε εν αγαπη αυξησωμεν εις αυτον τα παντα ος εστιν η κεφαλη χριστος

4:16 εξ ου παν το σωμα συναρμολογουμενον και συμβιβαζομενον δια πασης αφης της επιχορηγιας κατ ενεργειαν εν μετρω ενος εκαστου μερους την αυξησιν του σωματος ποιειται εις οικοδομην εαυτου εν αγαπη

4:17 τουτο ουν λεγω και μαρτυρομαι εν κυριω μηκετι υμας περιπατειν καθως και τα εθνη περιπατει εν ματαιοτητι του νοος αυτων

4:18 εσκοτωμενοι τη διανοια οντες απηλλοτριωμενοι της ζωης του θεου δια την αγνοιαν την ουσαν εν αυτοις δια την πωρωσιν της καρδιας αυτων

4:19 οιτινες απηλγηκοτες εαυτους παρεδωκαν τη ασελγεια εις εργασιαν ακαθαρσιας πασης εν πλεονεξια

4:20 υμεις δε ουχ ουτως εμαθετε τον χριστον

4:21 ει γε αυτον ηκουσατε και εν αυτω εδιδαχθητε καθως εστιν αληθεια εν τω ιησου

4:22 αποθεσθαι υμας κατα την προτεραν αναστροφην τον παλαιον ανθρωπον τον φθειρομενον κατα τας επιθυμιας της απατης

4:23 ανανεουσθαι δε τω πνευματι του νοος υμων

4:24 και ενδυσασθαι τον καινον ανθρωπον τον κατα θεον κτισθεντα εν δικαιοσυνη και οσιοτητι της αληθειας

4:25 διο αποθεμενοι το ψευδος λαλειτε αληθειαν εκαστος μετα του πλησιον αυτου οτι εσμεν αλληλων μελη

4:26 οργιζεσθε και μη αμαρτανετε ο ηλιος μη επιδυετω επι παροργισμω υμων

4:27 μηδε διδοτε τοπον τω διαβολω

4:28 ο κλεπτων μηκετι κλεπτετω μαλλον δε κοπιατω εργαζομενος ταις χερσιν το αγαθον ινα εχη μεταδιδοναι τω χρειαν εχοντι

4:29 πας λογος σαπρος εκ του στοματος υμων μη εκπορευεσθω αλλα ει τις αγαθος προς οικοδομην της χρειας ινα δω χαριν τοις ακουουσιν

4:30 και μη λυπειτε το πνευμα το αγιον του θεου εν ω εσφραγισθητε εις ημεραν απολυτρωσεως

4:31 πασα πικρια και θυμος και οργη και κραυγη και βλασφημια αρθητω αφ υμων συν παση κακια

4:32 γινεσθε [δε] εις αλληλους χρηστοι ευσπλαγχνοι χαριζομενοι εαυτοις καθως και ο θεος εν χριστω εχαρισατο υμιν

 

Created with FREE HTMLCompiler by BibleDatabase