Index: Greek Wescott-Hort NT UTF8

 

Ephesians 6

[1] [2] [3] [4] [5] [6]

6:1 τα τεκνα υπακουετε τοις γονευσιν υμων [εν κυριω] τουτο γαρ εστιν δικαιον

6:2 τιμα τον πατερα σου και την μητερα ητις εστιν εντολη πρωτη εν επαγγελια

6:3 ινα ευ σοι γενηται και εση μακροχρονιος επι της γης

6:4 και οι πατερες μη παροργιζετε τα τεκνα υμων αλλα εκτρεφετε αυτα εν παιδεια και νουθεσια κυριου

6:5 οι δουλοι υπακουετε τοις κατα σαρκα κυριοις μετα φοβου και τρομου εν απλοτητι της καρδιας υμων ως τω χριστω

6:6 μη κατ οφθαλμοδουλιαν ως ανθρωπαρεσκοι αλλ ως δουλοι χριστου ποιουντες το θελημα του θεου εκ ψυχης

6:7 μετ ευνοιας δουλευοντες ως τω κυριω και ουκ ανθρωποις

6:8 ειδοτες οτι εκαστος εαν τι ποιηση αγαθον τουτο κομισεται παρα κυριου ειτε δουλος ειτε ελευθερος

6:9 και οι κυριοι τα αυτα ποιειτε προς αυτους ανιεντες την απειλην ειδοτες οτι και αυτων και υμων ο κυριος εστιν εν ουρανοις και προσωπολημψια ουκ εστιν παρ αυτω

6:10 του λοιπου ενδυναμουσθε εν κυριω και εν τω κρατει της ισχυος αυτου

6:11 ενδυσασθε την πανοπλιαν του θεου προς το δυνασθαι υμας στηναι προς τας μεθοδειας του διαβολου

6:12 οτι ουκ εστιν ημιν η παλη προς αιμα και σαρκα αλλα προς τας αρχας προς τας εξουσιας προς τους κοσμοκρατορας του σκοτους τουτου προς τα πνευματικα της πονηριας εν τοις επουρανιοις

6:13 δια τουτο αναλαβετε την πανοπλιαν του θεου ινα δυνηθητε αντιστηναι εν τη ημερα τη πονηρα και απαντα κατεργασαμενοι στηναι

6:14 στητε ουν περιζωσαμενοι την οσφυν υμων εν αληθεια και ενδυσαμενοι τον θωρακα της δικαιοσυνης

6:15 και υποδησαμενοι τους ποδας εν ετοιμασια του ευαγγελιου της ειρηνης

6:16 εν πασιν αναλαβοντες τον θυρεον της πιστεως εν ω δυνησεσθε παντα τα βελη του πονηρου [τα] πεπυρωμενα σβεσαι

6:17 και την περικεφαλαιαν του σωτηριου δεξασθε και την μαχαιραν του πνευματος ο εστιν ρημα θεου

6:18 δια πασης προσευχης και δεησεως προσευχομενοι εν παντι καιρω εν πνευματι και εις αυτο αγρυπνουντες εν παση προσκαρτερησει και δεησει περι παντων των αγιων

6:19 και υπερ εμου ινα μοι δοθη λογος εν ανοιξει του στοματος μου εν παρρησια γνωρισαι το μυστηριον [του ευαγγελιου]

6:20 υπερ ου πρεσβευω εν αλυσει ινα εν αυτω παρρησιασωμαι ως δει με λαλησαι

6:21 ινα δε ειδητε και υμεις τα κατ εμε τι πρασσω παντα γνωρισει υμιν τυχικος ο αγαπητος αδελφος και πιστος διακονος εν κυριω

6:22 ον επεμψα προς υμας εις αυτο τουτο ινα γνωτε τα περι ημων και παρακαλεση τας καρδιας υμων

6:23 ειρηνη τοις αδελφοις και αγαπη μετα πιστεως απο θεου πατρος και κυριου ιησου χριστου

6:24 η χαρις μετα παντων των αγαπωντων τον κυριον ημων ιησουν χριστον εν αφθαρσια

 

Created with FREE HTMLCompiler by BibleDatabase